Читать бесплатно книгу «Сочинения. Том 5» Галена полностью онлайн — MyBook
image

13. Οὐ µὴν οὐδὲ τὸ διὰ τοῦ αὐτοῦ πόρου τήν θ’ ὁλκὴν γίγνεσθαι καὶ τὴν ἀπόκρισιν ἐν διαφέρουσι χρόνοις οὐδὲν ἔτι χαλεπὸν ἐξευρεῖν, εἴ γε καὶ τῆς γαστρὸς ὁ στόµαχος οὐ µόνον ἐδέσµατα καὶ πόµατα παράγων εἰς αὐτήν, ἀλλὰ κἀν ταῖς ναυτίαις τὴν ἐναντίαν ὑπηρεσίαν ὑπηρετῶν ἐναργῶς φαίνεται, καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁ αὐχὴν εἷς ὢν ἅµα µὲν πληροῖ δι’ αὑτοῦ τὴν κύστιν, ἅµα δ’ ἐκκενοῖ, καὶ τῶν µητρῶν ὁ στόµαχος ὡσαύτως ὁδός ἐστιν εἴσω µὲν τοῦ σπέρµατος, ἔξω δὲ τοῦ κυήµατος. ἀλλὰ κἀνταῦθα πάλιν ἡ µὲν ἐκκριτικὴ δύναµις ἐναργής, οὐ µὴν ὁµοίως γ’ αὐτῇ σαφὴς τοῖς πολλοῖς ἡ ἑλκτική· ἀλλ’ ῾Ιπποκράτης µὲν ἀρρώστου µήτρας αἰτιώµενος αὐχένα φησί· ‘οὐ γὰρ δύναται αὐτέης ὁ στόµαχος εἰρύσαι τὴν γονήν’. ᾿Ερασίστρατος δὲ καὶ ᾿Ασκληπιάδης εἰς τοσοῦτον ἥκουσι σοφίας, ὥστ’ οὐ µόνον τὴν κοιλίαν καὶ τὰς µήτρας ἀποστεροῦσι τῆς τοιαύτης δυνάµεως ἀλλὰ καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν ἅµα τοῖς νεφροῖς. καίτοι γ’ ὅτι µηδ’ εἰπεῖν δυνατὸν ἕτερον αἴτιον ἢ οὔρων ἢ χολῆς διακρίσεως, ἐν τῷ πρώτῳ δέδεικται λόγῳ. καὶ µήτραν οὖν καὶ γαστέρα καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν δι’ ἑνὸς καὶ ταὐτοῦ στοµάχου τήν θ’ ὁλκὴν καὶ τὴν ἀπόκρισιν εὑρίσκοντες ποιουµένας µηκέτι θαυµάζωµεν, εἰ καὶ διὰ τῶν φλεβῶν ἡ φύσις ἐκκρίνει πολλάκις εἰς τὴν γαστέρα περιττώµατα. τούτου δ’ ἔτι µᾶλλον οὐ χρὴ θαυµάζειν, εἰ, δι’ ὧν εἰς ἧπαρ ἀνεδόθη φλεβῶν ἐκ γαστρός, αὖθις εἰς αὐτὴν ἐξ ἥπατος ἐν ταῖς µακροτέραις ἀσιτίαις ἕλκεσθαί τις δύναται τροφή. τὸ γὰρ τοῖς τοιούτοις ἀπιστεῖν ὅµοιόν ἐστι δήπου τῷ µηκέτι πιστεύειν µηδ’ ὅτι τὰ καθαίροντα φάρµακα διὰ τῶν αὐτῶν στοµάτων ἐξ ὅλου τοῦ σώµατος εἰς τὴν γαστέρα τοὺς οἰκείους ἐπισπᾶται χυµούς, δι’ ὧν ἔµπροσθεν ἡ ἀνάδοσις ἐγένετο, ἀλλ’ ἕτερα µὲν ζητεῖν ἀναδόσεως, ἕτερα δὲ καθάρσεως στόµατα. καὶ µὴν εἴπερ ἓν καὶ ταὐτὸ στόµα διτταῖς ὑπηρετεῖ δυνάµεσιν, ἐν διαφόροις χρόνοις εἰς τἀναντία τὴν ὁλκὴν ποιουµέναις, ἔµπροσθεν µὲν τῇ κατὰ τὸ ἧπαρ, ἐν δὲ τῷ τῆς καθάρσεως καιρῷ τῇ τοῦ φαρµάκου, τί θαυµαστόν ἐστι διττὴν ὑπηρεσίαν τε καὶ χρείαν εἶναι ταῖς φλεψὶ ταῖς ἐν τῷ µέσῳ τεταγµέναις ἥπατός τε καὶ τῶν κατὰ τὴν κοιλίαν, ὥσθ’, ὁπότε µὲν ἐν τούτοις ἄφθονος εἴη περιεχοµένη τροφή, διὰ τῶν εἰρηµένων εἰς ἧπαρ ἀναφέρεσθαι φλεβῶν, ὁπότε δ’ εἴη κενὰ καὶ δεόµενα τρέφεσθαι, διὰ τῶν αὐτῶν αὖθις ἐξ ἥπατος ἕλκεσθαι; πᾶν γὰρ ἐκ παντὸς ἕλκειν φαίνεται καὶ παντὶ µεταδιδόναι καὶ µία τις εἶναι σύρροια καὶ σύµπνοια πάντων, καθάπερ καὶ τοῦθ’ ὁ θειότατος ῾Ιπποκράτης εἶπεν. ἕλκει µὲν οὖν τὸ ἰσχυρότερον, ἐκκενοῦται δὲ τὸ ἀσθενέστερον. ἰσχυρότερον δὲ καὶ ἀσθενέστερον ἕτερον ἑτέρου µόριον ἢ ἁπλῶς καὶ φύσει καὶ κοινῇ πᾶσίν ἐστιν ἢ ἰδίως τῷδέ τινι γίγνεται. φύσει µὲν καὶ κοινῇ πᾶσιν ἀνθρώποις θ’ ἅµα καὶ ζῴοις ἡ µὲν καρδία τοῦ ἥπατος, τὸ δ’ ἧπαρ τῶν ἐντέρων τε καὶ τῆς γαστρός, αἱ δ’ ἀρτηρίαι τῶν φλεβῶν ἑλκύσαι τε τὸ χρήσιµον ἑαυταῖς ἀποκρῖναί τε τὸ µὴ τοιοῦτον ἰσχυρότεραι. καθ’ ἕκαστον δ’ ἡµῶν ἰδίως ἐν µὲν τῷδε τῷ καιρῷ τὸ ἧπαρ ἰσχυρότερον ἕλκειν, ἡ γαστὴρ δ’ ἐν τῷδε. πολλῆς µὲν γὰρ ἐν τῇ κοιλίᾳ περιεχοµένης τροφῆς καὶ σφοδρῶς ὀρεγοµένου τε καὶ χρῄζοντος τοῦ ἥπατος, πάντως ἰσχυρότερον ἕλκει τὸ σπλάγχνον· ἔµπαλιν δὲ τοῦ µὲν ἥπατος ἐµπεπλησµένου τε καὶ διατεταµένου, τῆς γαστρὸς δ’ ὀρεγοµένης καὶ κενῆς ὑπαρχούσης ἡ τῆς ὁλκῆς ἰσχὺς εἰς ἐκείνην µεθίσταται. ὡς γάρ, εἰ κἂν ταῖς χερσί τινα σιτία κατέχοντες ἀλλήλων ἁρπάζοιµεν, εἰ µὲν ὁµοίως εἴηµεν δεόµενοι, περιγίγνεσθαι τὸν ἰσχυρότερον εἰκός, εἰ δ’ οὗτος µὲν ἐµπεπλησµένος εἴη καὶ διὰ τοῦτ’ ἀµελῶς κατέχων τὰ περιττὰ ἢ καί τινι µεταδοῦναι ποθῶν, ὁ δ’ ἀσθενέστερος ὀρέγοιτο δεινῶς, οὐδὲν ἂν εἴη κώλυµα τοῦ µὴ πάντα λαβεῖν αὐτόν, οὕτω καὶ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται ῥᾳδίως, ὅταν αὐτὴ µὲν ἱκανῶς ὀρέγηται τροφῆς, ἐµπεπλησµένον δ’ ᾖ τὸ σπλάγχνον. καὶ τοῦ γε µὴ πεινῆν ἐνίοτε τὸ ζῷον ἡ περιουσία τῆς ἐν ἥπατι τροφῆς αἰτία· κρείττονα γὰρ ἔχουσα καὶ ἑτοιµοτέραν ἡ γαστὴρ τροφὴν οὐδὲν δεῖται τῆς ἔξωθεν· εἰ δέ γέ ποτε δέοιτο µέν, ἀποροίη δέ, πληροῦται περιττωµάτων. ἰχῶρες δέ τινές εἰσι ταῦτα χολώδεις τε καὶ φλεγµατώδεις καὶ ὀρρώδεις, οὓς µόνους ἑλκούσῃ µεθίησιν αὐτῇ τὸ ἧπαρ, ὅταν ποτὲ καὶ αὐτὴ δέηται τροφῆς. ὥσπερ οὖν ἐξ ἀλλήλων ἕλκει τὰ µόρια τροφήν, οὕτω καὶ ἀποτίθεταί ποτ’ εἰς ἄλληλα τὸ περιττὸν καὶ ὥσπερ ἑλκόντων ἐπλεονέκτει τὸ ἰσχυρότερον, οὕτω καὶ ἀποτιθεµένων καὶ τῶν γε καλουµένων ῥευµάτων ἥδε ἡ πρόφασις. ἕκαστον γὰρ τῶν µορίων ἔχει τινὰ τόνον σύµφυτον, ᾧ διωθεῖται τὸ περιττόν. ὅταν οὖν ἓν ἐξ αὐτῶν ἀρρωστότερον γένηται κατὰ δή τινα διάθεσιν, ἐξ ἁπάντων εἰς ἐκεῖνο συρρεῖν ἀνάγκη τὰ περιττώµατα. τὸ µὲν γὰρ ἰσχυρότατον ἐναποτίθεται τοῖς πλησίον ἅπασιν, ἐκείνων δ’ αὖ πάλιν ἕκαστον εἰς ἕτερ’ ἄττα τῶν ἀσθενεστέρων, εἶτ’ αὖθις ἐκείνων ἕκαστον εἰς ἄλλα καὶ τοῦτ’ ἐπὶ πλεῖστον γίγνεται, µέχρι περ ἂν ἐξ ἁπάντων ἐλαυνόµενον τὸ περίττωµα καθ’ ἕν τι µείνῃ τῶν ἀσθενεστάτων· ἐντεῦθεν γὰρ οὐκέτ’ εἰς ἄλλο δύναται µεταρρεῖν, ὡς ἂν µήτε δεχοµένου τινὸς αὐτὸ τῶν ἰσχυροτέρων µήτ’ ἀπώσασθαι δυναµένου τοῦ πεπονθότος. ἀλλὰ περὶ µὲν τῶν παθῶν τῆς γενέσεως καὶ τῆς ἰάσεως αὖθις ἡµῶν ἐπιδεικνύντων ἱκανὰ κἀξ ἐκείνων ἔσται λαβεῖν µαρτύρια τῶν ἐν τῷδε τῷ λόγῳ παντὶ δεδειγµένων ὀρθῶς. ὃ δ’ ἐν τῷ παρόντι δεῖξαι προὔκειτο, πάλιν ἀναλάβωµεν, ὡς οὐδὲν θαυµαστὸν ἐξ ἥπατος ἥκειν τινὰ τροφὴν ἐντέροις τε καὶ γαστρὶ διὰ τῶν αὐτῶν φλεβῶν, δι’ ὧν ἔµπροσθεν ἐξ ἐκείνων εἰς ἧπαρ ἀνεδίδοτο. καὶ πολλοῖς ἀθρόως τε καὶ τελέως ἀποστᾶσιν ἰσχυρῶν γυµνασίων ἤ τι κῶλον ἀποκοπεῖσιν αἵµατος [ἀθρόου] διὰ τῶν ἐντέρων γίγνεται κένωσις ἔκ τινων περιόδων, ὥς που καὶ ῾Ιπποκράτης ἔλεγεν, οὐδὲν µὲν ἄλλο λυποῦσα, καθαίρουσα δ’ ὀξέως τὸ πᾶν σῶµα καὶ τὰς πλησµονὰς ἐκκενοῦσα, διὰ τῶν αὐτῶν δήπου φλεβῶν τῆς [ἔξω] φορᾶς τῶν περιττῶν ἐπιτελουµένης, δι’ ὧν ἔµπροσθεν ἡ ἀνάδοσις ἐγίγνετο. πολλάκις δ’ ἐν νόσοις ἡ φύσις διὰ µὲν τῶν αὐτῶν δήπου φλεβῶν τὸ πᾶν ἐκκαθαίρει ζῷον, οὐ µὴν αἱµατώδης γ’ ἡ κένωσις αὐτοῖς, ἀλλὰ κατὰ τὸν λυποῦντα γίγνεται χυµόν. οὕτω δὲ κἀν ταῖς χολέραις ἐκκενοῦται τὸ πᾶν σῶµα διὰ τῶν εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν. τὸ δ’ οἴεσθαι µίαν εἶναι ταῖς ὕλαις φορὰν τελέως ἀγνοοῦντός ἐστι τὰς φυσικὰς δυνάµεις τάς τ’ ἄλλας καὶ τὴν ἐκκριτικὴν ἐναντίαν οὖσαν τῇ ἑλκτικῇ· ταῖς γὰρ ἐναντίαις δυνάµεσιν ἐναντίας κινήσεις τε καὶ φορὰς τῶν ὑλῶν ἀναγκαῖον ἀκολουθεῖν. ἕκαστον γὰρ τῶν µορίων, ὅταν ἑλκύσῃ τὸν οἰκεῖον χυµόν, ἔπειτα κατάσχῃ καὶ ἀπολαύσῃ, τὸ περιττὸν ἅπαν ἀποθέσθαι σπεύδει, καθότι µάλιστα δύναται τάχιστά θ’ ἅµα καὶ κάλλιστα, κατὰ τὴν τοῦ περιττοῦ ῥοπήν. ὅθεν ἡ γαστὴρ τὰ µὲν ἐπιπολάζοντα τῶν περιττωµάτων ἐµέτοις ἐκκαθαίρει, τὰ δ’ ὑφιστάµενα διαρροίαις. καὶ τό γε ναυτιῶδες γίγνε-σθαι τὸ ζῷον τοῦτ’ ἔστιν ὁρµῆσαι τὴν γαστέρα κενωθῆναι δι’ ἐµέτου. οὕτω δὲ δή τι βίαιον καὶ σφοδρὸν ἡ ἐκκριτικὴ δύναµις ἔχει, ὥστ’ ἐν τοῖς εἰλεοῖς, ὅταν ἀποκλεισθῇ τελέως ἡ κάτω διέξοδος, ἐµεῖται κόπρος. καίτοι πρὶν διελθεῖν τό τε λεπτὸν ἔντερον ἅπαν καὶ τὴν νῆστιν καὶ τὸν πυλωρὸν καὶ τὴν γαστέρα καὶ τὸν οἰσοφάγον οὐχ οἷόν τε διὰ τοῦ στόµατος ἐκπεσεῖν οὐδενὶ τοιούτῳ περιττώµατι. τί δὴ θαυµαστόν, εἰ κἀκ τῆς ἐσχάτης ἐπιφανείας τῆς κατὰ τὸ δέρµα µέχρι τῶν ἐντέρων τε καὶ τῆς γαστρὸς ἀφικνοῖτό τι µεταλαµβανόµενον, ὡς καὶ τοῦθ’ ῾Ιπποκράτης ἡµᾶς ἐδίδαξεν, οὐ πνεῦµα µόνον ἢ περίττωµα φάσκων ἀλλὰ καὶ τὴν τροφὴν αὐτὴν ἐκ τῆς ἐσχάτης ἐπιφανείας αὖθις ἐπὶ τὴν ἀρχήν, ὅθεν ἀνηνέχθη, καταφέρεσθαι. ἐλάχισται γὰρ ῥοπαὶ κινήσεων τὴν ἐκκριτικὴν ταύτην οἰακίζουσι δύναµιν, ὡς ἂν διὰ τῶν ἐγκαρσίων µὲν ἰνῶν γιγνοµένην, ὠκύτατα δὲ διαδιδοµένην ἀπὸ τῆς κινησάσης ἀρχῆς ἐπὶ τὰ καταντικρὺ πέρατα. οὔκουν ἀπεικὸς οὐδ’ ἀδύνατον ἀήθει ποτὲ ψύξει τὸ πρὸς τῷ δέρµατι µόριον ἐξαίφνης πιληθὲν ἅµα µὲν ἀρρωστότερον αὐτὸ γενόµενον, ἅµα δ’ οἷον ἄχθος τι µᾶλλον ἢ παρασκευὴν θρέψεως ἔχον τὴν ἔµπροσθεν ἀλύπως αὐτῷ παρεσπαρµένην ὑγρότητα καὶ διὰ τοῦτ’ ἀποθέσθαι σπεῦδον, ἅµα δὲ τῆς ἔξω φορᾶς ἀποκεκλεισµένης τῇ πυκνώσει, πρὸς τὴν λοιπὴν ἐπιστραφῆναι καὶ οὕτω βιασάµενον εἰς τὸ παρακείµενον αὐτῷ µόριον ἀθρόως ἀπώσασθαι τὸ περιττόν, ἐκεῖνο δ’ αὖ πάλιν εἰς τὸ µετ’ αὐτό, καὶ τοῦτο µὴ παύσασθαι γιγνόµενον, ἄχρις ἂν ἡ µετάληψις ἐπὶ τὰ ἐντὸς πέρατα τῶν φλεβῶν τελευτήσῃ. αἱ µὲν δὴ τοιαῦται κινήσεις θᾶττον ἀποπαύονται, αἱ δ’ ἀπὸ τῶν ἔνδοθεν διερεθιζόντων, ὡς ἔν τε τοῖς καθαίρουσι φαρµάκοις καὶ ταῖς χολέραις ἰσχυρότεραί τε πολὺ καὶ µονιµώτεραι γίγνονται καὶ διαµένουσιν, ἔστ’ ἂν καὶ ἡ περὶ τοῖς στόµασι τῶν ἀγγείων διάθεσις, ἡ τὸ πλησίον ἕλκουσα, παραµένῃ. αὕτη µὲν γὰρ τὸ συνεχὲς ἐκκενοῖ µόριον, ἐκεῖνο δ’ αὖ τὸ µετ’ αὐτὸ καὶ τοῦτ’ οὐ παύεται µέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὥστε διαδιδόντων τῶν ἐφεξῆς ἀεὶ µορίων ἑτέρων ἑτέροις τὸ πρῶτον πάθος ὠκύτατα διικνεῖσθαι µέχρι τῶν ἐσχάτων. οὕτως οὖν ἔχει κἀπὶ τῶν εἰλεῶν. αὐτὸ µὲν γὰρ τὸ φλεγµαῖνον ἔντερον οὔτε τοῦ βάρους οὔτε τῆς δριµύτητος ἀνέχεται τῶν περιττωµάτων καὶ διὰ τοῦτ’ ἐκκρίνειν αὐτὰ σπεύδει καὶ ἀπωθεῖσθαι πορρωτάτω. κωλυόµενον δὲ κάτω ποιεῖσθαι τὴν δίωσιν, ὅταν ἐνταυθοῖ ποτε τὸ σφοδρότατον ᾖ τῆς φλεγµονῆς, εἰς τὰ πλησιάζοντα τῶν ὑπερκειµένων ἐντέρων ἀπωθεῖται. καὶ οὕτως ἤδη κατὰ τὸ συνεχὲς τὴν ῥοπὴν τῆς ἐκκριτικῆς δυνάµεως ἄνω ποιησαµένης ἄχρι τοῦ στόµατος ἐπανέρχεται τὰ περιττώµατα. ταῦτα µὲν οὖν δὴ κἀν τοῖς τῶν νοσηµάτων λογισµοῖς ἐπὶ πλέον εἰρήσεται. τὸ δ’ ἐκ παντὸς εἰς πᾶν φέρεσθαί τι καὶ µεταλαµβάνεσθαι καὶ µίαν ἁπάντων εἶναι σύµπνοιάν τε καὶ σύρροιαν, ὡς ῾Ιπποκράτης ἔλεγεν, ἤδη µοι δοκῶ δεδεῖχθαι σαφῶς καὶ µηκέτ’ ἄν τινα, µηδ’ εἰ βραδὺς αὐτῷ νοῦς ἐνείη, περὶ τῶν τοιούτων ἀπορῆσαι µηδενός, οἷον ὅπως ἡ γαστὴρ ἢ τὰ ἔντερα τρέφεται καὶ τίνα τρόπον ἐκ τῆς ἐσχάτης ἐπιφανείας εἴσω τι διικνεῖται. πάντων γὰρ τῶν µορίων ἕλκειν µὲν τὸ προσῆκόν τε καὶ φίλιον, ἀποκρίνειν δὲ τὸ βαρῦνον ἢ δάκνον ἐχόντων δύναµιν οὐδὲν θαυµαστὸν ἐναντίας συνεχῶς γίγνεσθαι κινήσεις ἐν αὐτοῖς, ὥσπερ ἐπί τε τῆς καρδίας ὁρᾶται σαφῶς καὶ τῶν ἀρτηριῶν ἁπασῶν καὶ τοῦ θώρακος καὶ τοῦ πνεύµονος. ἐπὶ µέν γε τούτων ἁπάντων µόνον οὐ καθ’ ἑκάστην καιροῦ ῥοπὴν τὰς ἐναντίας κινήσεις θ’ ἅµα τῶν ὀργάνων καὶ φορὰς τῶν ὑλῶν ἐναργῶς ἔστιν ἰδεῖν γιγνοµένας. εἶτ’ ἐπὶ µὲν τῆς τραχείας ἀρτηρίας οὐκ ἀπορεῖς ἐναλλὰξ ποτὲ µὲν εἴσω παραγούσης εἰς τὸν πνεύµονα τὸ πνεῦµα, ποτὲ δ’ ἔξω, καὶ τῶν κατὰ τὰς ῥῖνας πόρων καὶ ὅλου τοῦ στόµατος ὡσαύτως οὐδ’ εἶναί σοι δοκεῖ θαυµαστὸν οὐδὲ παράδοξον, εἰ, δι’ οὗ µικρῷ πρόσθεν εἴσω παρεκοµίζετο τὸ πνεῦµα, διὰ τούτου νῦν ἐκπέµπεται, περὶ δὲ τῶν ἐξ ἥπατος εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν ἀπορεῖς καί σοι θαυµαστὸν εἶναι φαίνεται, διὰ τῶν αὐτῶν ἀναδίδοσθαί θ’ ἅµα τὴν τροφὴν εἰς ἧπαρ ἕλκεσθαί τ’ ἐξ ἐκείνου πάλιν εἰς γαστέρα; διόρισαι δὴ τὸ ἅµα τοῦτο ποτέρως λέγεις. εἰ µὲν γὰρ κατὰ τὸν αὐτὸν χρόνον, οὐδ’ ἡµεῖς τοῦτό γέ φαµεν. ὥσπερ γὰρ εἰσπνέοµεν ἐν ἑτέρῳ χρόνῳ καὶ αὖθις πάλιν ἐν ἑτέρῳ ἀντεκπνέοµεν, οὕτω καὶ τροφὴν ἐν ἑτέρῳ µὲν χρόνῳ τὸ ἧπαρ ἐκ τῆς γαστρός, ἐν ἑτέρῳ δ’ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται. εἰ δ’ ὅτι καθ’ ἓν καὶ ταὐτὸ ζῷον ἓν ὄργανον ἐναντίαις φοραῖς ὑλῶν ὑπηρετεῖ, τοῦτό σοι βούλεται δηλοῦν τὸ ἅµα καὶ τοῦτό σε ταράττει, τήν τ’ εἰσπνοὴν ἰδὲ καὶ τὴν ἐκπνοήν. πάντως που καὶ αὗται διὰ µὲν τῶν αὐτῶν ὀργάνων γίγνονται, τρόπῳ δὲ κινήσεώς τε καὶ φορᾶς τῶν ὑλῶν διαφέρουσιν. ὁ πνεύµων µὲν οὖν καὶ ὁ θώραξ καὶ ἀρτηρίαι αἱ τραχεῖαι καὶ αἱ λεῖαι καὶ καρδία καὶ στόµα καὶ ῥῖνες ἐν ἐλαχίσταις χρόνου ῥοπαῖς εἰς ἐναντίας κινήσεις αὐτά τε µεταβάλλει καὶ τὰς ὕλας µεθίστησιν. αἱ δ’ ἐξ ἥπατος εἰς ἔντερα καὶ γαστέρα καθήκουσαι φλέβες οὐκ ἐν οὕτω βραχέσι χρόνου µορίοις ἀλλ’ ἐν πολλαῖς ἡµέραις ἅπαξ ἐνίοτε τὴν ἐναντίαν κινοῦνται κίνησιν. ἔχει γὰρ ὧδε τὸ σύµπαν. ἕκαστον τῶν ὀργάνων εἰς ἑαυτὸ τὴν πλησιάζουσαν ἐπισπᾶται τροφὴν ἐκβοσκόµενον αὐτῆς ἅπασαν τὴν χρηστὴν νοτίδα, µέχρις ἂν ἱκανῶς κορεσθῇ, καὶ ταύτην, ὡς καὶ πρόσθεν ἐδείκνυµεν, ἐναποτίθεται ἑαυτῷ καὶ µετὰ ταῦτα προσφύει τε καὶ ὁµοιοῖ, τουτέστι τρέφεται. διώρισται γὰρ ἱκανῶς ἔµπροσθεν ἕτερόν τι τῆς θρέψεως ἐξ ἀνάγκης αὐτῆς προηγούµενον ἡ πρόσφυσις ὑπάρχειν, ἐκείνης δ’ ἔτι πρότερον ἡ πρόσθεσις. ὥσπερ οὖν τοῖς ζῴοις αὐτοῖς ὅρος ἐστὶ τῆς ἐδωδῆς τὸ πληρῶσαι τὴν γαστέρα, κατὰ τὸν αὐτὸν τρόπον ἑκάστῳ τῶν µορίων ὅρος ἐστὶ τῆς προσθέσεως ἡ πλήρωσις τῆς οἰκείας ὑγρότητος. ἐπεὶ τοίνυν ἅπαν µόριον τῇ γαστρὶ ὁµοίως ὀρέγεται τρέφεσθαι, καὶ περιπτύσσεται τῇ τροφῇ καὶ οὕτω σφίγγει πανταχόθεν αὐτὴν ὡς ἡ γαστήρ. ἕπεται δ’ ἐξ ἀνάγκης τούτῳ, καθάπερ καὶ πρόσθεν ἐρρέθη, τὸ πέττεσθαι τοῖς σιτίοις, τῆς γαστρὸς οὐ διὰ τοῦτο περιστελλοµένης αὐτοῖς, ἵν’ ἐπιτήδεια τοῖς ἄλλοις ἐργάσηται µορίοις· οὕτω γὰρ ἂν οὐκέτι φυσικὸν ὄργανον ἀλλὰ ζῷόν τι γίγνοιτο λογισµόν τε καὶ νοῦν ἔχον, ὡς αἱρεῖσθαι τὸ βέλτιον· ἀλλ’ αὕτη µὲν περιστέλλεται τῷ τὸ πᾶν σῶµα δύναµιν ἑλκτικήν τινα καὶ ἀπολαυστικὴν κεκτῆσθαι τῶν οἰκείων ποιοτήτων, ὡς ἔµπροσθεν ἐδείκνυτο· συµβαίνει δ’ ἐν τούτῳ τοῖς σιτίοις ἀλλοιοῦσθαι. καὶ µέντοι καὶ πληρωθεῖσα τῆς ἐξ αὐτῶν ὑγρότητος καὶ κορεσθεῖσα βάρος ἡγεῖται τὸ λοιπὸν αὐτά. τὸ περιττὸν οὖν εὐθὺς ἀποτρίβεταί τε καὶ ὠθεῖ κάτω πρὸς ἕτερον ἔργον αὐτὴ τρεποµένη, τὴν πρόσφυσιν. ἐν δὲ τούτῳ τῷ χρόνῳ διερχοµένη τὸ ἔντερον ἅπαν ἡ τροφὴ διὰ τῶν εἰς αὐτὸ καθηκόντων ἀγγείων ἀναρπάζεται, πλείστη µὲν εἰς τὰς φλέβας, ὀλίγη δέ τις εἰς τὰς ἀρτηρίας, ὡς µικρὸν ὕστερον ἀποδείξοµεν. ἐν τούτῳ δ’ αὖ τῷ χρόνῳ καὶ τοῖς τῶν ἐντέρων χιτῶσι προστίθεται. καί µοι τεµὼν ἤδη τῷ λογισµῷ τὴν τῆς τροφῆς οἰκονοµίαν ἅπασαν εἰς τρεῖς µοίρας χρόνων ἐν µὲν τῇ πρώτῃ νόει µένουσάν θ’ ἅµα κατὰ τὴν κοιλίαν αὐτὴν καὶ πεττοµένην καὶ προστιθεµένην εἰς κόρον τῇ γαστρὶ καί τι καὶ τῷ ἥπατι παρ’ αὐτῆς ἀναφερόµενον· ἐν δὲ τῇ δευτέρᾳ διερχοµένην τά τ’ ἔντερα καὶ προστιθεµένην εἰς κόρον αὐτοῖς τε τούτοις καὶ τῷ ἥπατι καί τι βραχὺ µέρος αὐτῆς πάντη τοῦ σώµατος φερόµενον· ἐν δὲ δὴ τούτῳ τῷ καιρῷ τὸ προστεθὲν ἐν τῷ πρώτῳ χρόνῳ προσφύεσθαι νόει τῇ γαστρί· κατὰ δὲ τὴν τρίτην µοῖραν τοῦ χρόνου τρέφεσθαι µὲν ἤδη τὴν κοιλίαν ὁµοιώσασαν ἑαυτῇ τελέως τὰ προσφύντα, πρόσφυσιν δὲ τοῖς ἐντέροις καὶ τῷ ἥπατι γίγνεσθαι τῶν προστεθέντων, ἀνάδοσιν δὲ πάντη τοῦ σώµατος καὶ πρόσθεσιν. εἰ µὲν οὖν ἐπὶ τούτοις εὐθέως τὸ ζῷον λαµβάνοι τροφήν, ἐν ᾧ πάλιν ἡ γαστὴρ χρόνῳ πέττει τε ταύτην καὶ ἀπολαύει προστιθεῖσα πᾶν ἐξ αὐτῆς τὸ χρηστὸν τοῖς ἑαυτῆς χιτῶσι, τὰ µὲν ἔντερα τελέως ὁµοιώσει τὸν προσφύντα χυµόν, ὡσαύτως δὲ καὶ τὸ ἧπαρ. ἐν ὅλῳ δὲ τῷ σώµατι πρόσφυσις τῶν προστεθέντων τῆς τροφῆς ἔσται µορίων. εἰ δ’ ἄσιτος ἀναγκάζοιτο µένειν ἡ γαστὴρ ἐν τούτῳ τῷ χρόνῳ, παρὰ τῶν ἐν µεσεντερίῳ τε καὶ ἥπατι φλεβῶν ἕλξει τὴν τροφήν· οὐ γὰρ ἐξ αὐτοῦ γε τοῦ σώµατος τοῦ ἥπατος. λέγω δὲ σῶµα τοῦ ἥπατος αὐτήν τε τὴν ἰδίαν αὐτοῦ σάρκα πρώτην καὶ µάλιστα, µετὰ δὲ τήνδε καὶ τῶν ἀγγείων ἕκαστον τῶν κατ’ αὐτό. τὸν µὲν γὰρ ἐν ἑκάστῳ τῶν µορίων ἤδη περιεχόµενον χυµὸν οὐκέτ’ εὔλογον ἀντισπᾶν ἑτέρῳ µορίῳ καὶ µάλισθ’ ὅταν ἤδη πρόσφυσις ἢ ἐξοµοίωσις αὐτοῦ γίγνηται. τὸν δ’ ἐν ταῖς εὐρυχωρίαις τῶν φλεβῶν τὸ µᾶλλον ἰσχύον θ’ ἅµα καὶ δεόµενον ἀντισπᾷ µόριον. οὕτως οὖν καὶ ἡ γαστὴρ ἐν ᾧ χρόνῳ δεῖται µὲν αὐτὴ τροφῆς, ἐσθίει δ’ οὐδέπω τὸ ζῷον, ἐν τούτῳ τῶν κατὰ τὸ ἧπαρ ἐξαρπάζει φλεβῶν. ἐπεὶ δὲ καὶ τὸν σπλῆνα διὰ τῶν ἔµπροσθεν ἐδείκνυµεν ὅσον ἐν ἥπατι παχύτερον ἕλκοντα κατεργάζεσθαί τε καὶ µεταβάλλειν ἐπὶ τὸ χρηστότερον, οὐδὲν οὐδ’ ἐνταῦθα θαυµαστὸν ἕλκεσθαί τι κἀκ τοῦ σπληνὸς εἰς ἕκαστον τῶν κοινωνούντων αὐτῷ κατὰ τὰς φλέβας ὀργάνων, οἷον εἰς ἐπίπλοον καὶ µεσεντέριον καὶ λεπτὸν ἔντερον καὶ κῶλον καὶ αὐτὴν τὴν γαστέρα· κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξερεύγεσθαι µὲν εἰς τὴν γαστέρα τὸ περίττωµα καθ’ ἕτερον χρόνον, αὐτὸν δ’ αὖθις ἐκ τῆς γαστρὸς ἕλκειν τι τῆς οἰκείας τροφῆς ἐν ἑτέρῳ καιρῷ. καθόλου δ’ εἰπεῖν, ὃ καὶ πρόσθεν ἤδη λέλεκται, πᾶν ἐκ παντὸς ἕλκειν τε καὶ πέµπειν ἐγχωρεῖ κατὰ διαφέροντας χρόνους, ὁµοιοτάτου γιγνοµένου τοῦ συµβαίνοντος, ὡς εἰ καὶ ζῷα νοήσαις πολλὰ τροφὴν ἄφθονον ἐν κοινῷ κατακειµένην, εἰς ὅσον βούλεται, προσφερόµενα. καθ’ ὃν γὰρ ἤδη πέπαυται χρόνον ἕτερα, κατὰ τοῦτον εἰκὸς ἐσθίειν ἕτερα, καὶ µέλλειν γε τὰ µὲν παύεσθαι, τὰ δ’ ἄρχεσθαι, καί τινα µὲν συνεσθίοντα, τὰ δ’ ἀνὰ µέρος ἐσθίοντα καὶ ναὶ µὰ Δία γε τὸ ἕτερον ἁρπάζειν θατέρου πολλάκις, εἰ τὸ µὲν ἕτερον ἐπιδέοιτο, τῷ δ’ ἀφθόνως παρακέοιτο. καὶ οὕτως οὐδὲν θαυµαστὸν οὔτ’ ἐκ τῆς ἐσχάτης ἐπιφανείας εἴσω τι πάλιν ὑποστρέφειν οὔτε διὰ τῶν αὐτῶν ἀγγείων ἐξ ἥπατός τε καὶ σπληνὸς εἰς κοιλίαν ἀνενεχθῆναί τι, δι’ ὧν ἐκ ταύτης εἰς ἐκεῖνα πρότερον ἀνηνέχθη. κατὰ µὲν γὰρ τὰς ἀρτηρίας ἱκανῶς ἐναργὲς τὸ τοιοῦτον, ὥσπερ καὶ κατὰ τὴν καρδίαν τε καὶ τὸν θώρακα καὶ τὸν πνεύµονα. τούτων γὰρ ἁπάντων διαστελλοµένων τε καὶ συστελλοµένων ἐναλλὰξ ἀναγκαῖον, ἐξ ὧν εἱλκύσθη τι πρότερον, εἰς ταῦθ’ ὕστερον ἐκπέµπεσθαι. καὶ ταύτην ἄρα τὴν ἀνάγκην ἡ φύσις προγιγνώσκουσα τοῖς ἐν τῇ καρδίᾳ στόµασι τῶν ἀγγείων ὑµένας ἐπέφυσε κωλύσοντας εἰς τοὐπίσω φέρεσθαι τὰς ὕλας. ἀλλ’ ὅπως µὲν τοῦτο γίγνεται καὶ καθ’ ὅντινα τρόπον, ἐν τοῖς περὶ χρείας µορίων εἰρήσεται δεικνύντων ἡµῶν τά τ’ ἄλλα καὶ ὡς ἀδύνατον οὕτως ἀκριβῶς κλείεσθαι τὰ στόµατα τῶν ἀγγείων, ὡς µηδὲν παλινδροµεῖν. εἰς µὲν γὰρ τὴν ἀρτηρίαν τὴν φλεβώδη, καὶ γὰρ καὶ τοῦτ’ ἐν ἐκείνοις δειχθήσεται, πολὺ πλέον ἢ διὰ τῶν ἄλλων στοµάτων εἰς τοὐπίσω πάλιν ἀναγκαῖον ἐπανέρχεσθαι. τὸ δ’ εἰς τὰ παρόντα χρήσιµον, ὡς οὐκ ἐνδέχεταί τι τῶν αἰσθητὴν καὶ µεγάλην ἐχόντων εὐρύτητα µὴ οὐκ ἤτοι διαστελλόµενον ἕλκειν ἐξ ἁπάντων τῶν πλησίον ἢ ἐκθλίβειν αὖθις εἰς ταῦτα συστελλόµενον ἔκ τε τῶν ἤδη προειρηµένων ἐν τῷδε τῷ λόγῳ σαφὲς ἂν εἴη κἀξ ὧν ᾿Ερασίστρατός τε καὶ ἡµεῖς ἑτέρωθι περὶ τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας ἐδείξαµεν.

Бесплатно

0 
(0 оценок)

Читать книгу: «Сочинения. Том 5»

Установите приложение, чтобы читать эту книгу бесплатно