Читать бесплатно книгу «Сочинения. Том 5» Галена полностью онлайн — MyBook
image

8. ᾿Επὶ µὲν οὖν τῆς πέψεως, εἰ καὶ τἆλλα πάντα παρέλιπε, τὸ γοῦν ὅτι διαφέρει τῆς ἐκτὸς ἑψήσεως ἡ ἐν τοῖς ζῴοις πέψις, ἐπειράθη δεικνύναι, περὶ δὲ τῆς καταπόσεως οὐδ’ ἄχρι τοσούτου. τί γάρ φησιν; ‘ὁλκὴ µὲν οὖν τῆς κοιλίας οὐδεµία φαίνεται εἶναι’. καὶ µὴν δύο χιτῶνας ἡ γαστὴρ ἔχει πάντως ἕνεκά του γεγονότας καὶ διήκουσιν οὗτοι µέχρι τοῦ στόµατος, ὁ µὲν ἔνδον, οἷός ἐστι κατὰ τὴν γαστέρα, τοιοῦτος διαµένων, ὁ δ’ ἕτερος ἐπὶ τὸ σαρκωδέστερον ἐν τῷ στοµάχῳ τρεπόµενος. ὅτι µὲν οὖν ἐναντίας ἀλλήλαις τὰς ἐπιβολὰς τῶν ἰνῶν ἔχουσιν οἱ χιτῶνες οὗτοι, τὸ φαινόµενον αὐτὸ µαρτυρεῖ. τίνος δ’ ἕνεκα τοιοῦτοι γεγόνασιν, ᾿Ερασίστρατος µὲν οὐδ’ ἐπεχείρησεν εἰπεῖν, ἡµεῖς δ’ ἐροῦµεν. ὁ µὲν ἔνδον εὐθείας ἔχει τὰς ἶνας, ὁλκῆς γὰρ ἕνεκα γέγονεν· ὁ δ’ ἔξωθεν ἐγκαρσίας ὑπὲρ τοῦ κατὰ κύκλον περιστέλλεσθαι· ἑκάστῳ γὰρ τῶν κινουµένων ὀργάνων ἐν τοῖς σώµασι κατὰ τὰς τῶν ἰνῶν θέσεις αἱ κινήσεις εἰσίν. ἐπ’ αὐτῶν δὲ πρῶτον τῶν µυῶν, εἰ βούλει, βασάνισον τὸν λόγον, ἐφ’ ὧν καὶ αἱ ἶνες ἐναργέσταται καὶ αἱ κινήσεις αὐτῶν ὁρῶνται διὰ σφοδρότητα. µετὰ δὲ τοὺς µῦς ἐπὶ τὰ φυσικὰ τῶν ὀργάνων ἴθι καὶ πάντ’ ὄψει κατὰ τὰς ἶνας κινούµενα καὶ διὰ τοῦθ’ ἑκάστῳ µὲν τῶν ἐντέρων στρογγύλαι καθ’ ἑκάτε-ρον τῶν χιτώνων αἱ ἶνές εἰσι· περιστέλλονται γὰρ µόνον, ἕλκουσι δ’ οὐδέν. ἡ γαστὴρ δὲ τῶν ἰνῶν τὰς µὲν εὐθείας ἔχει χάριν ὁλκῆς, τὰς δ’ ἐγκαρσίας ἕνεκα περιστολῆς· ὥσπερ γὰρ ἐν τοῖς µυσὶν ἑκάστης τῶν ἰνῶν τεινοµένης τε καὶ πρὸς τὴν ἀρχὴν ἑλκοµένης αἱ κινήσεις γίγνονται, κατὰ τὸν αὐτὸν λόγον κἀν τῇ γαστρί· τῶν µὲν οὖν ἐγκαρσίων ἰνῶν τεινοµένων ἔλαττον ἀνάγκη γίγνεσθαι τὸ εὖρος τῆς περιεχοµένης ὑπ’ αὐτῶν κοιλότητος, τῶν δ’ εὐθειῶν ἑλκοµένων τε καὶ εἰς ἑαυτὰς συναγοµένων οὐκ ἐνδέχεται µὴ οὐ συναιρεῖσθαι τὸ µῆκος. ἀλλὰ µὴν ἐναργῶς γε φαίνεται καταπινόντων συναιρούµενον καὶ τοσοῦτον ὁ λάρυγξ ἀνατρέχων, ὅσον ὁ στόµαχος κατασπᾶται, καὶ ὅταν γε συµπληρωθείσης τῆς ἐν τῷ καταπίνειν ἐνεργείας ἀφεθῇ τῆς τάσεως ὁ στόµαχος, ἐναργῶς πάλιν φαίνεται καταφερόµενος ὁ λάρυγξ· ὁ γὰρ ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἶνας ἔχων ὁ καὶ τὸν στόµαχον ὑπαλείφων καὶ τὸ στόµα τοῖς ἐντὸς µέρεσιν ἐπεκτείνεται τοῦ λάρυγγος, ὥστ’ οὐκ ἐνδέχεται κατασπώµενον αὐτὸν ὑπὸ τῆς κοιλίας µὴ οὐ συνεπισπᾶσθαι καὶ τὸν λάρυγγα. ὅτι δ’ αἱ περιφερεῖς ἶνες, αἷς περιστέλλεται τά τ’ ἄλλα µόρια καὶ ἡ γαστήρ, οὐ συναιροῦσι τὸ µῆκος, ἀλλὰ συστέλλουσι καὶ στενοῦσι τὴν εὐρύτητα, καὶ παρ’ αὐτοῦ λαβεῖν ἔστιν ὁµολογούµενον ᾿Ερασιστράτου· περιστέλλεσθαι γάρ φησι τοῖς σιτίοις τὴν γαστέρα κατὰ τὸν τῆς πέψεως ἅπαντα χρόνον. ἀλλ’ εἰ περιστέλλεται µέν, οὐδὲν δὲ τοῦ µήκους ἀφαιρεῖται τῆς κοιλίας, οὐκ ἔστι τῆς περισταλτικῆς κινήσεως ἴδιον τὸ κατασπᾶν κάτω τὸν στόµαχον. ὅπερ γὰρ αὐτὸς ὁ ᾿Ερασίστρατος εἶπε, τοῦτο µόνον αὐτὸ συµβήσεται τὸ τῶν ἄνω συστελλοµένων διαστέλλεσθαι τὰ κάτω. τοῦτο δ’ ὅτι, κἂν εἰς νεκροῦ τὸν στόµαχον ὕδατος ἐγχέῃς, φαίνεται γιγνόµενον, οὐδεὶς ἀγνοεῖ. ταῖς γὰρ τῶν ὑλῶν διὰ στενοῦ σώµατος ὁδοιπορίαις ἀκόλουθόν ἐστι τὸ σύµπτωµα· θαυµαστὸν γάρ, εἰ διερχοµένου τινὸς αὐτὸν ὄγκου µὴ διασταλήσεται. οὐκοῦν τὸ µὲν τῶν ἄνω συστελλοµένων διαστέλλεσθαι τὰ κάτω κοινόν ἐστι καὶ τοῖς νεκροῖς σώµασι, δι’ ὧν ὁπωσοῦν τι διεξέρχεται, καὶ τοῖς ζῶσιν, εἴτε περιστέλλοιτο τοῖς διερχοµένοις εἴθ’ ἕλκοιτο· τὸ δὲ τῆς τοῦ µήκους συναιρέσεως ἴδιον τῶν τὰς εὐθείας ἶνας ἐχόντων ὀργάνων, ἵν’ ἐπισπάσωνταί τι. ἀλλὰ µὴν ἐδείχθη κατασπώµενος ὁ στόµαχος, οὐ γὰρ ἂν εἷλκε τὸν λάρυγγα· δῆλον οὖν, ὡς ἡ γαστὴρ ἕλκει τὰ σιτία διὰ τοῦ στοµάχου. καὶ ἡ κατὰ τὸν ἔµετον δὲ τῶν ἐµουµένων ἄχρι τοῦ στόµατος φορὰ πάντως µέν που καὶ αὐτὴ τὰ µὲν ὑπὸ τῶν ἀναφεροµένων διατεινόµενα µέρη τοῦ στοµάχου διεστῶτα κέκτηται, τῶν πρόσω δ’ ὅ τι ἂν ἑκάστοτ’ ἐπιλαµβάνηται, τοῦτ’ ἀρχόµενον διαστέλλεται, τὸ δ’ ὄπισθεν καταλείπει δηλονότι συστελλόµενον, ὥσθ’ ὁµοίαν εἶναι πάντη τὴν διάθεσιν τοῦ στοµάχου κατά γε τοῦτο τῇ τῶν καταπινόντων· ἀλλὰ τῆς ὁλκῆς µὴ παρούσης τὸ µῆκος ὅλον ἴσον ἐν τοῖς τοιούτοις συµπτώµασι διαφυλάττεται. διὰ τοῦτο δὲ καὶ καταπίνειν ῥᾷόν ἐστιν ἢ ἐµεῖν, ὅτι καταπίνεται µὲν ἀµφοῖν τῆς γαστρὸς τῶν χιτώνων ἐνεργούντων, τοῦ µὲν ἐντὸς ἕλκοντος, τοῦ δ’ ἐκτὸς περιστελλοµένου τε καὶ συνεπωθοῦντος, ἐµεῖται δὲ θατέρου µόνου τοῦ ἔξωθεν ἐνεργοῦντος, οὐδενὸς ἕλκοντος εἰς τὸ στόµα. οὐ γὰρ δὴ ὥσπερ ἡ τῆς γαστρὸς ὄρεξις προηγεῖτο τοῦ καταπίνειν τὰ σιτία, τὸν αὐτὸν τρόπον κἀν τοῖς ἐµέτοις ἐπιθυµεῖ τι τῶν κατὰ τὸ στόµα µορίων τοῦ γιγνοµένου παθήµατος, ἀλλ’ ἄµφω τῆς γαστρὸς αὐτῆς εἰσιν ἐναντίαι διαθέσεις, ὀρεγοµένης µὲν καὶ προσιεµένης τὰ χρήσιµά τε καὶ οἰκεῖα, δυσχεραινούσης δὲ καὶ ἀποτριβοµένης τὰ ἀλλότρια. διὸ καὶ τὸ καταπίνειν αὐτὸ τοῖς µὲν ἱκανῶς ὀρεγοµένοις τῶν οἰκείων ἐδεσµάτων τῇ γαστρὶ τάχιστα γίγνεται, σαφῶς ἑλκούσης αὐτὰ καὶ κατασπώσης πρὶν ἢ µασηθῆναι, τοῖς δ’ ἤτοι φάρµακόν τι κατ’ ἀνάγκην πίνουσιν ἢ σιτίον ἐν χώρᾳ φαρµάκου προσφεροµένοις ἀνιαρὰ καὶ µόγις ἡ κατάποσις αὐτῶν ἐπιτελεῖται. δῆλος οὖν ἐστιν ἐκ τῶν εἰρηµένων ὁ µὲν ἔνδον χιτὼν τῆς γαστρὸς ὁ τὰς εὐθείας ἔχων ἶνας τῆς ἐκ τοῦ στόµατος εἰς αὐτὴν ὁλκῆς ἕνεκα γεγονὼς καὶ διὰ τοῦτ’ ἐν ταῖς καταπόσεσι µόναις ἐνεργῶν, ὁ δ’ ἔξωθεν ὁ τὰς ἐγκαρσίας [ἶνας] ἔχων ἕνεκα µὲν τοῦ περιστέλλεσθαι τοῖς ἐνυπάρχουσι καὶ προωθεῖν αὐτὰ τοιοῦτος ἀποτελεσθείς, ἐνεργῶν δ’ οὐδὲν ἧττον ἐν τοῖς ἐµέτοις ἢ ταῖς καταπόσεσιν. ἐναργέστατα δὲ µαρτυρεῖ τῷ λεγοµένῳ καὶ τὸ κατὰ τὰς χάννας τε καὶ τοὺς συνόδοντας γιγνόµενον· εὑρίσκεται γὰρ ἐνίοτε τούτων ἡ γαστὴρ ἐν τῷ στόµατι καθάπερ καὶ ὁ ᾿Αριστοτέλης ἐν ταῖς περὶ ζῴων ἔγραψεν ἱστορίαις καὶ προστίθησί γε τὴν αἰτίαν ὑπὸ λαιµαργίας αὐτοῖς τοῦτο συµβαίνειν φάσκων. ἔχει γὰρ ὧδε· κατὰ τὰς σφοδροτέρας ὀρέξεις ἄνω προστρέχει πᾶσι τοῖς ζῴοις ἡ γαστήρ, ὥστε τινὲς τοῦ πάθους αἴσθησιν ἐναργῆ σχόντες ἐξέρπειν αὑτοῖς φασι τὴν κοιλίαν, ἐνίων δὲ µασωµένων ἔτι καὶ µήπω καλῶς ἐν τῷ στόµατι τὰ σιτία κατεργασαµένων ἐξαρπάζει φανερῶς ἀκόντων. ἐφ’ ὧν οὖν ζῴων φύσει λαιµάργων ὑπαρχόντων ἥ τ’ εὐρυχωρία τοῦ στόµατός ἐστι δαψιλὴς ἥ τε τῆς γαστρὸς θέσις ἐγγύς, ὡς ἐπὶ συνόδοντός τε καὶ χάννης, οὐδὲν θαυµαστόν, ὅταν ἱκανῶς πεινάσαντα διώκῃ τι τῶν µικροτέρων ζῴων, εἶτ’ ἤδη πλησίον ᾖ τοῦ συλλαβεῖν, ἀνατρέχειν ἐπειγούσης τῆς ἐπιθυµίας εἰς τὸ στόµα τὴν γαστέρα. γενέσθαι δ’ ἄλλως ἀµήχανον τοῦτο µὴ οὐχ ὥσπερ διὰ χειρὸς τοῦ στοµάχου τῆς γαστρὸς ἐπισπωµένης εἰς ἑαυτὴν τὰ σιτία. καθάπερ γὰρ καὶ ἡµεῖς ὑπὸ προθυµίας ἐνίοτε τῇ χειρὶ συνεπεκτείνοµεν ὅλους ἡµᾶς αὐτοὺς ἕνεκα τοῦ θᾶττον ἐπιδράξασθαι τοῦ προκειµένου σώµατος, οὕτω καὶ ἡ γαστὴρ οἷον χειρὶ τῷ στοµάχῳ συνεπεκτείνεται. καὶ διὰ τοῦτ’ ἐφ’ ὧν ζῴων ἅµα τὰ τρία ταυτὶ συνέπεσεν, ἔφεσίς τε σφοδρὰ τῆς τροφῆς ὅ τε στόµαχος µικρὸς ἥ τ’ εὐρυχωρία τοῦ στόµατος δαψιλής, ἐπὶ τούτων ὀλίγη ῥοπὴ τῆς ἐπεκτάσεως εἰς τὸ στόµα τὴν κοιλίαν ὅλην ἀναφέρει. ἤρκει µὲν οὖν ἴσως ἀνδρὶ φυσικῷ παρ’ αὐτῆς µόνης τῆς κατασκευῆς τῶν ὀργάνων τὴν ἔνδειξιν τῆς ἐνεργείας λαµβάνειν. οὐ γὰρ δὴ µάτην γ’ ἂν ἡ φύσις ἐκ δυοῖν χιτώνων ἐναντίως ἀλλήλοις ἐχόντων ἀπειργάσατο τὸν οἰσοφάγον, εἰ µὴ καὶ διαφόρως ἑκάτερος αὐτῶν ἐνεργεῖν ἔµελλεν. ἀλλ’ ἐπεὶ πάντα µᾶλλον ἢ τὰ τῆς φύσεως ἔργα διαγιγνώσκειν οἱ περὶ τὸν ᾿Ερασίστρατόν εἰσιν ἱκανοί, φέρε κἀκ τῆς τῶν ζῴων ἀνατοµῆς ἐπιδείξωµεν αὐτοῖς, ὡς ἑκάτερος τῶν χιτώνων ἐνεργεῖ τὴν εἰρηµένην ἐνέργειαν. εἰ δή τι λαβὼν ζῷον, εἶτα γυµνώσας αὐτοῦ τὰ περικείµενα τῷ στοµάχῳ σώµατα χωρὶς τοῦ διατεµεῖν τινα τῶν νεύρων ἢ τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν τῶν αὐτόθι τεταγµένων ἐθέλοις ἀπὸ τῆς γένυος ἕως τοῦ θώρακος εὐθείαις τοµαῖς διελεῖν τὸν ἔξω χιτῶνα τὸν τὰς ἐγκαρσίας ἶνας ἔχοντα κἄπειτα τῷ ζῴῳ τροφὴν προσενέγκοις, ὄψει καταπῖνον αὐτὸ καίτοι τῆς περισταλτικῆς ἐνεργείας ἀπολωλυίας. εἰ δ’ αὖ πάλιν ἐφ’ ἑτέρου ζῴου διατέµοις ἀµφοτέρους τοὺς χιτῶνας τοµαῖς ἐγκαρσίαις, θεάσῃ καὶ τοῦτο καταπῖνον οὐκέτ’ ἐνεργοῦντος τοῦ ἐντός. ᾧ δῆλον, ὅτι καὶ διὰ θατέρου µὲν αὐτῶν καταπίνειν οἷόν τ’ ἐστίν, ἀλλὰ χεῖρον ἢ δι’ ἀµφοτέρων. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τοῦτ’ ἔστι θεάσασθαι σαφῶς ἐπὶ τῆς εἰρηµένης ἀνατοµῆς, ὡς ἐν τῷ καταπίνειν ὑποπίµπλαται πνεύµατος ὁ στόµαχος τοῦ συγκαταπινοµένου τοῖς σιτίοις, ὃ περιστελλοµένου µὲν τοῦ ἔξωθεν χιτῶνος ὠθεῖται ῥᾳδίως εἰς τὴν γαστέρα σὺν τοῖς ἐδέσµασι, µόνου δὲ τοῦ ἔνδον ὑπάρχοντος ἐµποδὼν ἵσταται τῇ φορᾷ τῶν σιτίων διατεῖνόν τ’ αὐτὸν καὶ τὴν ἐνέργειαν ἐµποδίζον. ἀλλ’ οὔτε τούτων οὐδὲν ᾿Ερασίστρατος εἶπεν οὔθ’ ὡς ἡ σκολιὰ θέσις τοῦ στοµάχου διαβάλλει σαφῶς τὸ δόγµα τῶν νοµιζόντων ὑπὸ τῆς ἄνωθεν βολῆς µόνης ποδηγούµενα µέχρι τῆς γαστρὸς ἰέναι τὰ καταπινόµενα. µόνον δ’ ὅτι πολλὰ τῶν µακροτραχήλων ζῴων ἐπικεκυφότα καταπίνει, καλῶς εἶπεν. ᾧ δῆλον, ὅτι τὸ φαινόµενον οὐ τὸ πῶς καταπίνοµεν ἀποδείκνυσιν, ἀλλὰ τὸ πῶς οὐ καταπίνοµεν· ὅτι γὰρ µὴ διὰ µόνης τῆς ἄνωθεν βολῆς, ἐκ τούτου δῆλον· οὐ µὴν εἴθ’ ἑλκούσης τῆς κοιλίας εἴτε παράγοντος αὐτὰ τοῦ στοµάχου, δῆλον ἤδη πω. ἀλλ’ ἡµεῖς γε πάντας τοὺς λογισµοὺς εἰπόντες τούς τ’ ἐκ τῆς κατασκευῆς τῶν ὀργάνων ὁρµωµένους καὶ τοὺς ἀπὸ τῶν ἄλλων συµπτωµάτων τῶν τε πρὸ τοῦ γυµνωθῆναι τὸν στόµαχον καὶ γυµνωθέντος, ὡς ὀλίγῳ πρόσθεν ἐλέγοµεν, ἱκανῶς ἐνεδειξάµεθα τοῦ µὲν ἕλκειν ἕνεκα τὸν ἐντὸς χιτῶνα, τοῦ δ’ ἀπωθεῖν τὸν ἐκτὸς γεγονέναι. προὐθέµεθα µὲν οὖν ἀποδεῖξαι τὴν καθεκτικὴν δύναµιν ἐν ἑκάστῳ τῶν ὀργάνων οὖσαν, ὥσπερ ἐν τῷ πρόσθεν λόγῳ τὴν ἑλκτικήν τε καὶ προσέτι τὴν ἀλλοιωτικήν. ὑπὸ δὲ τῆς ἀκολουθίας τοῦ λόγου τὰς τέτταρας ἀπεδείξαµεν ὑπαρχούσας τῇ γαστρί, τὴν ἑλκτικὴν µὲν ἐν τῷ καταπίνειν, τὴν καθεκτικὴν δ’ ἐν τῷ πέττειν, τὴν ἀπωστικὴν δ’ ἐν τοῖς ἐµέτοις καὶ ταῖς τῶν πεπεµµένων σιτίων εἰς τὸ λεπτὸν ἔντερον ὑποχωρήσεσιν, αὐτὴν δὲ τὴν πέψιν ἀλλοίωσιν ὑπάρχειν.

9. Οὔκουν ἔτ’ ἀπορήσοµεν οὐδὲ περὶ τοῦ σπληνός, εἰ ἕλκει µὲν τὸ οἰκεῖον, ἀποκρίνει δὲ τὸ ἀλλότριον, ἀλλοιοῦν δὲ καὶ κατέχειν, ὅσον ἂν ἐπισπάσηται, πέφυκεν, οὐδὲ περὶ ἥπατος ἢ φλεβὸς ἢ ἀρτηρίας ἢ καρδίας ἢ τῶν ἄλλων τινός· ἀναγκαῖαι γὰρ ἐδείχθησαν αἱ τέτταρες αὗται δυνάµεις ἅπαντι µορίῳ τῷ µέλλοντι θρέψεσθαι καὶ διὰ τοῦτ’ αὐτὰς ὑπηρέτιδας εἶναι θρέψεως ἔφαµεν· ὡς γὰρ τὸ τῶν ἀνθρώπων ἀποπάτηµα τοῖς κυσὶν ἥδιστον, οὕτω καὶ τὰ τοῦ ἥπατος περιττώµατα τὸ µὲν τῷ σπληνί, τὸ δὲ τῇ χοληδόχῳ κύστει, τὸ δὲ τοῖς νεφροῖς οἰκεῖον.

10. Καὶ λέγειν ἔτι περὶ τῆς τούτων γενέσεως οὐκ ἂν ἐθέλοιµι µεθ’ ῾Ιπποκράτην καὶ Πλάτωνα καὶ ᾿Αριστοτέλην καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλότιµον· οὐδὲ γὰρ οὐδὲ περὶ τῶν δυνάµεων εἶπον ἄν, εἴ τις τῶν ἔµπροσθεν ἀκριβῶς ἐξειργάσατο τὸν ὑπὲρ αὐτῶν λόγον. ἐπεὶ δ’ οἱ µὲν παλαιοὶ καλῶς ὑπὲρ αὐτῶν ἀποφηνάµενοι παρέλιπον ἀγωνίσασθαι τῷ λόγῳ, µηδ’ ὑπονοήσαντες ἔσεσθαί τινας εἰς τοσοῦτον ἀναισχύντους σοφιστάς, ὡς ἀντιλέγειν ἐπιχειρῆσαι τοῖς ἐναργέσιν, οἱ νεώτεροι δὲ τὸ µέν τι νικηθέντες ὑπὸ τῶν σοφισµάτων ἐπείσθησαν αὐτοῖς, τὸ δέ τι καὶ ἀντιλέγειν ἐπιχειρήσαντες ἀποδεῖν µοι πολὺ τῆς τῶν παλαιῶν ἔδοξαν δυνάµεως, διὰ τοῦθ’, ὡς ἂν ἐκείνων αὐτῶν, εἴπερ ἔτ’ ἦν τις, ἀγωνίσασθαί µοι δοκεῖ πρὸς τοὺς ἀνατρέποντας τῆς τέχνης τὰ κάλλιστα, καὶ αὐτὸς οὕτως ἐπειράθην συνθεῖναι τοὺς λόγους. ὅτι δ’ ἢ οὐδὲν ἢ παντάπασιν ἀνύσω τι σµικρόν, οὐκ ἀγνοῶ· πάµπολλα γὰρ εὑρίσκω τελέως µὲν ἀποδεδειγµένα τοῖς παλαιοῖς, οὔτε δὲ συνετὰ τοῖς πολλοῖς τῶν νῦν δι’ ἀµαθίαν, ἀλλ’ οὐδ’ ἐπιχειρούµενα γιγνώσκεσθαι διὰ ῥᾳθυµίαν, οὔτ’, εἰ καὶ γνωσθείη τινί, δικαίως ἐξεταζόµενα· χρὴ γὰρ τὸν µέλλοντα γνώσεσθαί τι τῶν πολλῶν ἄµεινον εὐθὺς µὲν καὶ τῇ φύσει καὶ τῇ πρώτῃ διδασκαλίᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ἐπειδὰν δὲ γένηται µειράκιον, ἀληθείας τινὰ σχεῖν ἐρωτικὴν µανίαν, ὥσπερ ἐνθουσιῶντα καὶ µήθ’ ἡµέρας µήτε νυκτὸς διαλείπειν σπεύδοντά τε καὶ συντεταµένον ἐκµαθεῖν, ὅσα τοῖς ἐνδοξοτάτοις εἴρηται τῶν παλαιῶν· ἐπειδὰν δ’ ἐκµάθῃ, κρίνειν αὐτὰ καὶ βασανίζειν χρόνῳ παµπόλλῳ καὶ σκοπεῖν, πόσα µὲν ὁµολογεῖ τοῖς ἐναργῶς φαινοµένοις, πόσα δὲ διαφέρεται, καὶ οὕτω τὰ µὲν αἱρεῖσθαι, τὰ δ’ ἀποστρέφεσθαι. τῷ µὲν δὴ τοιούτῳ πάνυ σφόδρα χρησίµους ἤλπικα τοὺς ἡµετέρους ἔσεσθαι λόγους· εἶεν δ’ ἂν ὀλίγοι παντάπασιν οὗτοι· τοῖς δ’ ἄλλοις οὕτω γενήσεται τὸ γράµµα περιττόν, ὡς εἰ καὶ µῦθον ὄνῳ τις λέγοι.

11. Συµπεραντέον οὖν ἡµῖν τὸν λόγον ἕνεκα τῶν τῆς ἀληθείας ἐφιεµένων ὅσα λείπει κατ’ αὐτὸν ἔτι προσθεῖσιν. ὡς γὰρ ἡ γαστὴρ ἕλκει µὲν ἐναργῶς καὶ κατασπᾷ τὰ σιτία τοῖς σφόδρα πεινώδεσι, πρὶν ἀκριβῶς ἐν τῷ στόµατι λειωθῆναι, δυσχεραίνει δὲ καὶ ἀπωθεῖται τοῖς ἀποσίτοις τε καὶ πρὸς ἀνάγκην ἐσθίουσιν, οὕτω καὶ τῶν ἄλλων ὀργάνων ἕκαστον ἀµφοτέρας ἔχει τὰς δυνάµεις, τήν τε τῶν οἰκείων ἑλκτικὴν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν. καὶ διὰ τοῦτο, κἂν ἐξ ἑνὸς ᾖ χιτῶνος ὄργανόν τι συνεστώς, ὥσπερ καὶ αἱ κύστεις ἀµφότεραι καὶ αἱ µῆτραι καὶ αἱ φλέβες, ἀµφότερα τῶν ἰνῶν ἔχει τὰ γένη, τῶν εὐθειῶν τε καὶ τῶν ἐγκαρσίων. καὶ µέν γε καὶ τρίτον τι γένος ἰνῶν ἐστι <τῶν> λοξῶν, ἔλαττον πολὺ τῷ πλήθει τῶν προειρηµένων δύο γενῶν. εὑρίσκεται δ’ ἐν µὲν τοῖς ἐκ δυοῖν χιτώνων συνεστηκόσιν ὀργάνοις ἐν θατέρῳ µόνῳ ταῖς εὐθείαις ἰσὶν ἀναµεµιγµένον, ἐν δὲ τοῖς ἐξ ἑνὸς ἅµα τοῖς ἄλλοις δύο γένεσι. συνεπιλαµβάνουσι δ’ αὗται µέγιστον τῇ τῆς καθεκτικῆς ὀνοµασθείσης δυνάµεως ἐνεργείᾳ· δεῖται γὰρ ἐν τούτῳ τῷ χρόνῳ πανταχόθεν ἐσφίγχθαι καὶ περιτετάσθαι τοῖς ἐνυπάρχουσι τὸ µόριον, ἡ µὲν γαστὴρ ἐν τῷ τῆς πέψεως, αἱ µῆτραι δ’ ἐν τῷ τῆς κυήσεως χρόνῳ παντί. ταῦτ’ ἄρα καὶ ὁ τῆς φλεβὸς χιτὼν εἷς ὢν ἐκ πολυειδῶν ἰνῶν ἐγένετο καὶ τῶν τῆς ἀρτηρίας ὁ µὲν ἔξωθεν ἐκ τῶν στρογγύλων, ὁ δ’ ἔσωθεν ἐκ µὲν τῶν εὐθειῶν πλείστων, ὀλίγων δέ τινων σὺν αὐταῖς καὶ τῶν λοξῶν, ὥστε τὰς µὲν φλέβας ταῖς µήτραις καὶ ταῖς κύστεσιν ἐοικέναι κατά γε τὴν τῶν ἰνῶν σύνθεσιν, εἰ καὶ τῷ πάχει λείπονται, τὰς δ’ ἀρτηρίας τῇ γαστρί. µόνα δὲ πάντων ὀργάνων ἐκ δυοῖν θ’ ἅµα καὶ ἀµφοτέρων ἐγκαρσίας ἐχόντων τὰς ἶνας ἐγένετο τὰ ἔντερα. τὸ δ’ ὅτι βέλτιον ἦν τῶν τ’ ἄλλων ἑκάστῳ τοιούτῳ τὴν φύσιν ὑπάρχειν, οἷόνπερ καὶ νῦν ἐστι, τοῖς τ’ ἐντέροις ἐκ δυοῖν ὁµοίων χιτώνων συγκεῖσθαι τῆς περὶ χρείας µορίων πραγµατείας ἐστίν. οὔκουν νῦν χρὴ ποθεῖν ἀκούειν περὶ τῶν τοιούτων, ὥσπερ οὐδὲ διὰ τί περὶ τοῦ πλήθους τῶν χιτώνων ἑκάστου τῶν ὀργάνων διαπεφώνηται τοῖς ἀνατοµικοῖς ἀνδράσιν. ὑπὲρ µὲν γὰρ τούτων αὐτάρκως ἐν τοῖς περὶ τῆς ἀνατοµικῆς διαφωνίας εἴρηται· περὶ δὲ τοῦ διότι τοιοῦτον ἕκαστον ἐγένετο τῶν ὀργάνων, ἐν τοῖς περὶ χρείας µορίων εἰρήσεται.

12. Νυνὶ δ’ οὐδέτερον τούτων πρόκειται λέγειν, ἀλλὰ τὰς φυσικὰς δυνάµεις µόνας ἀποδεικνύειν ἐν ἑκάστῳ τῶν ὀργάνων τέτταρας ὑπαρχούσας. ἐπὶ τοῦτ’ οὖν πάλιν ἐπανελθόντες ἀναµνήσωµέν τε τῶν ἔµπροσθεν εἰρηµένων ἐπιθῶµέν τε κεφαλὴν ἤδη τῷ λόγῳ παντὶ τὸ λεῖπον ἔτι προσθέντες. ἐπειδὴ γὰρ ἕκαστον τῶν ἐν τῷ ζῴῳ µορίων ἕλκειν εἰς ἑαυτὸ τὸν οἰκεῖον [τῇ ποιότητι] χυµὸν ἀποδέδεικται καὶ πρώτη σχεδὸν αὕτη τῶν φυσικῶν ἐστι δυνάµεων, ἐφεξῆς ἐκείνῳ γνωστέον, ὡς οὐ πρότερον ἀποτρίβεται τὴν ἑλχθεῖσαν <τροφὴν> ἤτοι σύµπασαν ἢ καί τι περίττωµα αὐτῆς, πρὶν ἂν εἰς ἐναντίαν µεταπέσῃ διάθεσιν ἢ αὐτὸ τὸ ὄργανον ἢ καὶ τῶν περιεχοµένων ἐν αὐτῷ τὰ πλεῖστα. ἡ µὲν οὖν γαστήρ, ἐπειδὰν µὲν ἱκανῶς ἐµπλησθῇ τῶν σιτίων καὶ τὸ χρηστότατον αὐτῶν εἰς τοὺς ἑαυτῆς χιτῶνας ἐναπόθηται βδάλλουσα, τηνικαῦτ’ ἤδη τὸ λοιπὸν ἀποτρίβεται καθάπερ ἄχθος ἀλλότριον· αἱ κύστεις δ’, ἐπειδὰν ἕκαστον τῶν ἑλχθέντων ἢ τῷ πλήθει διατεῖνον ἢ τῇ ποιότητι δάκνον ἀνιαρὸν γένηται· τῷ δ’ αὐτῷ τρόπῳ καὶ αἱ µῆτραι· ἤτοι γάρ, ἐπειδὰν µηκέτι φέρωσι διατεινόµεναι, τὸ λυποῦν ἀποθέσθαι σπεύδουσιν ἢ τῇ ποιότητι δακνόµεναι τῶν ἐκχυθέντων εἰς αὐτὰς ὑγρῶν. ἑκάτερον δὲ τῶν εἰρηµένων γίγνεται µὲν καὶ βιαίως ἔστιν ὅτε καὶ ἀµβλώσκουσι τηνικαῦτα, γίγνεται δ’ ὡς τὰ πολλὰ καὶ προσηκόντως, ὅπερ οὐκ ἀµβλώσκειν ἀλλ’ ἀποκυΐσκειν τε καὶ τίκτειν ὀνοµάζεται. τοῖς µὲν οὖν ἀµβλωθριδίοις φαρµάκοις ἤ τισιν ἄλλοις παθήµασι διαφθείρουσι τὸ ἔµβρυον ἤ τινας τῶν ὑµένων αὐτοῦ ῥηγνύουσιν αἱ ἀµβλώσεις ἕπονται, οὕτω δὲ κἀπειδὰν ἀνιαθῶσί ποθ’ αἱ µῆτραι κακῶς ἔχουσαι τῇ διατάσει, ταῖς δὲ τῶν ἐµβρύων αὐτῶν κινήσεσι ταῖς σφοδροτάταις οἱ τόκοι, καθάπερ καὶ τοῦθ’ ῾Ιπποκράτει καλῶς εἴρηται. κοινὸν δ’ ἁπασῶν τῶν διαθέσεων ἡ ἀνία καὶ ταύτης αἴτιον τριττὸν ἢ ὄγκος περιττὸς ἤ τι βάρος ἢ δῆξις· ὄγκος µέν, ἐπειδὰν µηκέτι φέρωσι διατεινόµεναι, βάρος δ’, ἐπειδὰν ὑπὲρ τὴν ῥώµην αὐτῶν ᾖ τὸ περιεχόµενον, δῆξις δ’, ἐπειδὰν ἤτοι τὰ πρότερον ἐν τοῖς ὑµέσιν ὑγρὰ στεγόµενα ῥαγέντων αὐτῶν εἰς αὐτὰς ἐκχυθῇ τὰς µήτρας ἢ καὶ σύµπαν ἀποφθαρὲν τὸ κύηµα σηπόµενόν τε καὶ διαλυόµενον εἰς µοχθηροὺς ἰχῶρας οὕτως ἐρεθίζῃ τε καὶ δάκνῃ τὸν χιτῶνα τῶν ὑστερῶν. ἀνάλογον οὖν ἐν ἅπασι τοῖς ὀργάνοις ἕκαστα τῶν τ’ ἔργων αὐτῶν τῶν φυσικῶν καὶ µέντοι τῶν παθηµάτων τε καὶ νοσηµάτων φαίνεται γιγνόµενα, τὰ µὲν ἐναργῶς καὶ σαφῶς οὕτως, ὡς ἀποδείξεως δεῖσθαι µηδέν, τὰ δ’ ἧττον µὲν ἐναργῶς, οὐ µὴν ἄγνωστά γε παντάπασι τοῖς ἐθέλουσι προσέχειν τὸν νοῦν. ἐπὶ µὲν οὖν τῆς γαστρὸς αἵ τε δήξεις ἐναργεῖς, διότι πλείστης αἰσθήσεως µετέχει, τά τ’ ἄλλα παθήµατα τά τε ναυτίαν ἐµποιοῦντα καὶ οἱ καλούµενοι καρδιωγµοὶ σαφῶς ἐνδείκνυνται τὴν ἀποκριτικήν τε καὶ ἀπωστικὴν τῶν ἀλλοτρίων δύναµιν, οὕτω δὲ κἀπὶ τῶν ὑστερῶν τε καὶ τῆς κύστεως τῆς τὸ οὖρον ὑποδεχοµένης· ἐναργῶς γὰρ οὖν καὶ αὕτη φαίνεται µέχρι τοσούτου τὸ ὑγρὸν ὑποδεχοµένη τε καὶ ἀθροίζουσα, ἄχρις ἂν ἤτοι πρὸς τοῦ πλήθους αὐτοῦ διατεινοµένη µηκέτι φέρῃ τὴν ἀνίαν ἢ πρὸς τῆς ποιότητος δακνοµένη· χρονίζον γὰρ ἕκαστον τῶν περιττωµάτων ἐν τῷ σώµατι σήπεται δηλονότι, τὸ µὲν ἐλάττονι, τὸ δὲ πλείονι χρόνῳ, καὶ οὕτω δακνῶδές τε καὶ δριµὺ καὶ ἀνιαρὸν τοῖς περιέχουσι γίγνεται. οὐ µὴν ἐπί γε τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁµοίως ἔχει· ᾧ δῆλον, ὅτι νεύρων ἥκιστα µετέχει. χρὴ δὲ κἀνταῦθα τόν γε φυσικὸν ἄνδρα τὸ ἀνάλογον ἐξευρίσκειν. εἰ γὰρ ἕλκειν τε τὸν οἰκεῖον ἀπεδείχθη χυµόν, ὡς φαίνεσθαι πολλάκις µεστήν, ἀποκρίνειν τε τὸν αὐτὸν τοῦτον οὐκ εἰς µακράν, ἀναγκαῖόν ἐστιν αὐτὴν ἢ διὰ τὸ πλῆθος βαρυνοµένην ἢ τῆς ποιότητος µεταβαλλούσης ἐπὶ τὸ δακνῶδές τε καὶ δριµὺ τῆς ἀποκρίσεως ἐφίεσθαι. οὐ γὰρ δὴ τὰ µὲν σιτία τὴν ἀρχαίαν ὑπαλλάττει ποιότητα ταχέως οὕτως, ὥστ’, ἐπειδὰν ἐµπέσῃ τοῖς λεπτοῖς ἐντέροις, εὐθὺς εἶναι κόπρον, ἡ χολὴ δ’ οὐ πολὺ µᾶλλον ἢ τὸ οὖρον, ἐπειδὰν ἅπαξ ἐκπέσῃ τῶν φλεβῶν, ἐξαλλάττει τὴν ποιότητα, τάχιστα µεταβάλλοντα καὶ σηπόµενα. καὶ µὴν εἴπερ ἐπί τε τῶν κατὰ τὰς ὑστέρας καὶ τὴν κοιλίαν καὶ τὰ ἔντερα καὶ προσέτι τὴν τὸ οὖρον ὑποδεχοµένην κύστιν ἐναργῶς φαίνεται διάτασίς τις ἢ δῆξις ἢ ἄχθος ἐπεγεῖρον ἕκαστον τῶν ὀργάνων εἰς ἀπόκρισιν, οὐδὲν χαλεπὸν κἀπὶ τῆς χοληδόχου κύστεως ταὐτὸ τοῦτ’ ἐννοεῖν ἐπί τε τῶν ἄλλων ἁπάντων ὀργάνων, ἐξ ὧν δηλονότι καὶ αἱ ἀρτηρίαι καὶ αἱ φλέβες εἰσίν.

Бесплатно

0 
(0 оценок)

Читать книгу: «Сочинения. Том 5»

Установите приложение, чтобы читать эту книгу бесплатно