Читать бесплатно книгу «Сочинения. Том 5» Галена полностью онлайн — MyBook
image

3. Λῆρος οὖν µακρὸς ἅπασα πόρων ὑπόθεσις εἰς φυσικὴν ἐνέργειαν. εἰ µὴ γὰρ δύναµίς τις σύµφυτος ἑκάστῳ τῶν ὀργάνων ὑπὸ τῆς φύσεως εὐθὺς ἐξ ἀρχῆς δοθείη, διαρκεῖν οὐ δυνήσεται τὰ ζῷα, µὴ ὅτι τοσοῦτον ἀριθµὸν ἐτῶν ἀλλ’ οὐδ’ ἡµερῶν ὀλιγίστων· ἀνεπιτρόπευτα γὰρ ἐάσαντες αὐτὰ καὶ τέχνης καὶ προνοίας ἔρηµα µόναις ταῖς τῶν ὑλῶν οἰακιζόµενα ῥοπαῖς, οὐδαµοῦ δυνάµεως οὐδεµιᾶς τῆς µὲν ἑλκούσης τὸ προσῆκον ἑαυτῇ, τῆς δ’ ἀπωθούσης τὸ ἀλλότριον, τῆς δ’ ἀλλοιούσης τε καὶ προσφυούσης τὸ θρέψον, οὐκ οἶδ’ ὅπως οὐκ ἂν εἴηµεν καταγέλαστοι περί τε τῶν φυσικῶν ἐνεργειῶν διαλεγόµενοι καὶ πολὺ µᾶλλον ἔτι περὶ τῶν ψυχικῶν καὶ συµπάσης γε τῆς ζωῆς. οὐδὲ γὰρ ζῆν οὐδὲ διαµένειν οὐδενὶ τῶν ζῴων οὐδ’ εἰς ἐλάχιστον χρόνον ἔσται δυνατόν, εἰ τοσαῦτα κεκτηµένον ἐν ἑαυτῷ µόρια καὶ οὕτω διαφέροντα µήθ’ ἑλκτικῇ τῶν οἰκείων χρήσεται δυνάµει µήτ’ ἀποκριτικῇ τῶν ἀλλοτρίων µήτ’ ἀλλοιωτικῇ τῶν θρεψόντων. καὶ µὴν εἰ ταύτας ἔχοιµεν, οὐδὲν ἔτι πόρων µικρῶν ἢ µεγάλων ἐξ ὑποθέσεως ἀναποδείκτου λαµβανοµένων εἰς οὔρου καὶ χολῆς διάκρισιν δεόµεθα καί τινος ἐπικαίρου θέσεως, ἐν ᾧ µόνῳ σωφρονεῖν ἔοικεν ὁ ᾿Ερασίστρατος ἅπαντα καλῶς τεθῆναί τε καὶ διαπλασθῆναι τὰ µόρια τοῦ σώµατος ὑπὸ τῆς φύσεως οἰόµενος. ἀλλ’ εἰ παρακολουθήσειεν ἑαυτῷ φύσιν ὀνοµάζοντι τεχνικήν, εὐθὺς µὲν ἐξ ἀρχῆς ἅπαντα καλῶς διαπλάσασάν τε καὶ διαθεῖσαν τοῦ ζῴου τὰ µόρια, µετὰ δὲ τὴν τοιαύτην ἐνέργειαν, ὡς οὐδὲν ἔλειπεν, ἔτι προαγαγοῦσαν εἰς φῶς αὐτὸ σύν τισι δυνάµεσιν, ὧν ἄνευ ζῆν οὐκ ἠδύνατο, καὶ µετὰ ταῦτα κατὰ βραχὺ προσαυξήσασαν ἄχρι τοῦ πρέποντος µεγέθους, οὐκ οἶδα πῶς ὑποµένει πόρων σµικρότησιν ἢ µεγέθεσιν ἤ τισιν ἄλλαις οὕτω ληρώδεσιν ὑποθέσεσι φυσικὰς ἐνεργείας ἐπιτρέπειν. ἡ γὰρ διαπλάττουσα τὰ µόρια φύσις ἐκείνη καὶ κατὰ βραχὺ προσαύξουσα πάντως δήπου δι’ ὅλων αὐτῶν ἐκτέταται· καὶ γὰρ ὅλα δι’ ὅλων οὐκ ἔξωθεν µόνον αὐτὰ διαπλάττει τε καὶ τρέφει καὶ προσαύξει. Πραξιτέλης µὲν γὰρ ἢ Φειδίας ἤ τις ἄλλος ἀγαλµατοποιὸς ἔξωθεν µόνον ἐκόσµουν τὰς ὕλας, καθὰ καὶ ψαύειν αὐτῶν ἠδύναντο, τὸ βάθος δ’ ἀκόσµητον καὶ ἀργὸν καὶ ἄτεχνον καὶ ἀπρονόητον ἀπέλιπον, ὡς ἂν µὴ δυνάµενοι κατελθεῖν εἰς αὐτὸ καὶ καταδῦναι καὶ θιγεῖν ἁπάντων τῆς ὕλης τῶν µερῶν. ἡ φύσις δ’ οὐχ οὕτως, ἀλλὰ τὸ µὲν ὀστοῦ µέρος ἅπαν ὀστοῦν ἀποτελεῖ, τὸ δὲ σαρκὸς σάρκα, τὸ δὲ πιµελῆς πιµελὴν καὶ τῶν ἄλλων ἕκαστον· οὐδὲν γάρ ἐστιν ἄψαυστον αὐτῇ µέρος οὐδ’ ἀνεξέργαστον οὐδ’ ἀκόσµητον. ἀλλὰ τὸν µὲν κηρὸν ὁ Φειδίας οὐκ ἠδύνατο ποιεῖν ἐλέφαντα καὶ χρυσόν, ἀλλ’ οὐδὲ τὸν χρυσὸν κηρόν· ἕκαστον γὰρ αὐτῶν µένον, οἷον ἦν ἐξ ἀρχῆς, ἔξωθεν µόνον ἠµφιεσµένον εἶδός τι καὶ σχῆµα τεχνικόν, ἄγαλµα τέλειον γέγονεν. ἡ φύσις δ’ οὐδεµιᾶς ἔτι φυλάττει τῶν ὑλῶν τὴν ἀρχαίαν ἰδέαν· αἷµα γὰρ ἂν ἦν οὕτως ἅπαντα τοῦ ζῴου τὰ µόρια, τὸ παρὰ τῆς κυούσης ἐπιρρέον τῷ σπέρµατι, δίκην κηροῦ τινος ὕλη µία καὶ µονοειδὴς ὑποβεβληµένη τῷ τεχνίτῃ. γίγνεται δ’ ἐξ αὐτῆς οὐδὲν τῶν τοῦ ζῴου µορίων οὔτ’ ἐρυθρὸν οὕτως οὔθ’ ὑγρόν. ὀστοῦν γὰρ καὶ ἀρτηρία καὶ φλὲψ καὶ νεῦρον καὶ χόνδρος καὶ πιµελὴ καὶ ἀδὴν καὶ ὑµὴν καὶ µυελὸς ἄναιµα µέν, ἐξ αἵµατος δὲ γέγονε. τίνος [δ’] ἀλλοιώσαντος [αὐτὸ] καὶ τίνος πήξαντος καὶ τίνος διαπλάσαντος ἐδεόµην ἄν µοι τὸν ᾿Ερασίστρατον αὐτὸν ἀποκρίνασθαι. πάντως γὰρ ἂν εἶπεν ἤτοι τὴν φύσιν ἢ τὸ σπέρµα, ταὐτὸν µὲν λέγων καθ’ ἑκάτερον, διαφόροις δ’ ἐπινοίαις ἑρµηνεύων· ὃ γὰρ ἦν πρότερον σπέρµα, τοῦθ’, ὅταν ἄρξηται φύειν τε καὶ διαπλάττειν τὸ ζῷον, φύσις τις γίγνεται. καθάπερ γὰρ ὁ Φειδίας εἶχε µὲν τὰς δυνάµεις τῆς τέχνης καὶ πρὶν ψαύειν τῆς ὕλης, ἐνήργει δ’ αὐταῖς περὶ τὴν ὕλην—ἅπασα γὰρ δύναµις ἀργεῖ ἀποροῦσα τῆς οἰκείας ὕλης—, οὕτω καὶ τὸ σπέρµα τὰς µὲν δυνάµεις οἴκοθεν ἐκέκτητο, τὰς δ’ ἐνεργείας οὐκ ἐκ τῆς ὕλης ἔλαβεν, ἀλλὰ περὶ τὴν ὕλην ἐπεδείξατο. καὶ µὴν εἰ πολλῷ µὲν ἐπικλύζοιτο τῷ αἵµατι τὸ σπέρµα, διαφθείροιτ’ ἄν· εἰ δ’ ὅλως ἀποροίη παντάπασιν ἀργοῦν, οὐκ ἂν γένοιτο φύσις. ἵν’ οὖν µήτε φθείρηται καὶ γίγνηται φύσις ἀντὶ σπέρµατος, ὀλίγον ἐπιρρεῖν ἀναγκαῖον αὐτῷ τοῦ αἵµατος, µᾶλλον δ’ οὐκ ὀλίγον λέγειν χρή, ἀλλὰ σύµµετρον τῷ πλήθει τοῦ σπέρµατος. τίς οὖν ὁ µετρῶν αὐτοῦ τὸ ποσὸν τῆς ἐπιρροῆς; τίς ὁ κωλύων ἰέναι πλέον; τίς ὁ προτρέπων, ἵν’ ἐνδεέστερον µὴ ἴῃ; τίνα ζητήσοµεν ἐνταῦθα τρίτον ἐπιστάτην τοῦ ζῴου τῆς γενέσεως, ὃς χορηγήσει τῷ σπέρµατι τὸ σύµµετρον αἷµα; τί ἂν εἶπεν ᾿Ερασίστρατος, εἰ ζῶν ταῦτ’ ἠρωτήθη; τὸ σπέρµα αὐτὸ δηλονότι· τοῦτο γάρ ἐστιν ὁ τεχνίτης ὁ ἀναλογῶν τῷ Φειδίᾳ, τὸ δ’ αἷµα τῷ κηρῷ προσέοικεν. οὔκουν πρέπει τὸν κηρὸν αὐτὸν ἑαυτῷ τὸ µέτρον ἐξευρίσκειν, ἀλλὰ τὸν Φειδίαν. ἕλξει δὴ τοσοῦτον αἵµατος ὁ τεχνίτης εἰς ἑαυτόν, ὁπόσου δεῖται. ἀλλ’ ἐνταῦθα χρὴ προσέχειν ἤδη τὸν νοῦν καὶ σκοπεῖν, µή πως λάθωµεν τῷ σπέρµατι λογισµόν τινα καὶ νοῦν χαρισάµενοι· οὕτω γὰρ ἂν οὔτε σπέρµα ποιήσαιµεν οὔτε φύσιν ἀλλ’ ἤδη ζῷον αὐτό. καὶ µὴν εἰ φυλάξοµεν ἀµφότερα, τήν θ’ ὁλκὴν τοῦ συµµέτρου καὶ τὸ χωρὶς λογισµοῦ, δύναµίν τινα, καθάπερ ἡ λίθος ἑλκτικὴν εἶχε τοῦ σιδήρου, καὶ τῷ σπέρµατι φήσοµεν ὑπάρχειν αἵµατος ἐπισπαστικήν. ἠναγκάσθηµεν οὖν πάλιν κἀνταῦθα, καθάπερ ἤδη πολλάκις ἔµπροσθεν, ἑλκτικήν τινα δύναµιν ὁµολογῆσαι κατὰ τὸ σπέρµα. τί δ’ ἦν τὸ σπέρµα; ἡ ἀρχὴ τοῦ ζῴου δηλονότι ἡ δραστική· ἡ γὰρ ὑλικὴ τὸ καταµήνιόν ἐστιν. εἶτ’ αὐτῆς τῆς ἀρχῆς πρώτῃ ταύτῃ τῇ δυνάµει χρωµένης, ἵνα γένηται τῶν ὑπ’ αὐτῆς τι δεδηµιουργηµένων, ἄµοιρον εἶναι τῆς οἰκείας δυνάµεως οὐκ ἐνδέχεται. πῶς οὖν ᾿Ερασίστρατος αὐτὴν οὐκ οἶδεν, εἰ δὴ πρώτη µὲν αὕτη τοῦ σπέρµατος ἐνέργεια τὸ σύµµετρον αἵµατος ἐπισπᾶσθαι πρὸς ἑαυτό; σύµµετρον δ’ ἂν εἴη τὸ λεπτὸν οὕτω καὶ ἀτµῶδες, ὥστ’ εὐθὺς εἰς πᾶν µόριον ἑλκόµενον τοῦ σπέρµατος δροσοειδῶς µηδαµοῦ τὴν ἑαυτοῦ παρεµφαίνειν ἰδέαν. οὕτω γὰρ αὐτοῦ καὶ κρατήσει ῥᾳδίως τὸ σπέρµα καὶ ταχέως ἐξοµοιώσει καὶ τροφὴν ἑαυτῷ ποιήσεται κἄπειτ’ οἶµαι δεύτερον ἐπισπάσεται καὶ τρίτον, ὡς ὄγκον ἑαυτῷ καὶ πλῆθος ἀξιόλογον ἐργάσασθαι τραφέντι. καὶ µὴν ἤδη καὶ ἡ ἀλλοιωτικὴ δύναµις ἐξεύρηται µηδ’ αὐτὴ πρὸς ᾿Ερασιστράτου γεγραµµένη. τρίτη δ’ ἂν ἡ διαπλαστικὴ φανείη, καθ’ ἣν πρῶτον µὲν οἷον ἐπίπαγόν τινα λεπτὸν ὑµένα περιτίθησιν ἑαυτῷ τὸ σπέρµα, τὸν ὑφ’ ῾Ιπποκράτους ἐπὶ τῆς ἑκταίας γονῆς, ἣν ἐκπεσεῖν ἔλεγε τῆς µουσουργοῦ, τῷ τῶν ὠῶν εἰκασθέντα χιτῶνι· µετὰ δὲ τοῦτον ἤδη καὶ τἆλλ’, ὅσα πρὸς ἐκείνου λέγεται διὰ τοῦ περὶ φύσιος παιδίου συγγράµµατος. ἀλλ’ εἰ τῶν διαπλασθέντων ἕκαστον οὕτω µείνειε σµικρόν, ὡς ἐξ ἀρχῆς ἐγένετο, τί ἂν εἴη πλέον; αὐξάνεσθαι τοίνυν αὐτὰ χρή. πῶς οὖν αὐξηθήσεται; πάντη διατεινόµενα θ’ ἅµα καὶ τρεφόµενα. καί µοι τῶν ἔµπροσθεν εἰρηµένων ἐπὶ τῆς κύστεως, ἣν οἱ παῖδες ἐµφυσῶντες ἔτριβον, ἀναµνησθεὶς µαθήσῃ µᾶλλον κἀκ τῶν νῦν ῥηθησοµένων. ἐννόησον γὰρ δὴ τὴν καρδίαν οὕτω µὲν µικρὰν εἶναι κατ’ ἀρχάς, ὡς κέγχρου µηδὲν διαφέρειν ἤ, εἰ βούλει, κυάµου, καὶ ζήτησον, ὅπως ἂν ἄλλως αὕτη γένοιτο µεγάλη χωρὶς τοῦ πάντη διατεινοµένην τρέφεσθαι δι’ ὅλης ἑαυτῆς, ὡς ὀλίγῳ πρόσθεν ἐδείκνυτο τὸ σπέρµα τρεφόµενον. ἀλλ’ οὐδὲ τοῦτ’ ᾿Ερασίστρατος οἶδεν ὁ τὴν τέχνην τῆς φύσεως ὑµνῶν, ἀλλ’ οὕτως αὐξάνεσθαι τὰ ζῷα νοµίζει καθάπερ τινὰ κρησέραν ἢ σειρὰν ἢ σάκκον ἢ τάλαρον, ὧν ἑκάστῳ κατὰ τὸ πέρας ἐπιπλεκοµένων ὁµοίων ἑτέρων τοῖς ἐξ ἀρχῆς αὐτὰ συντιθεῖσιν ἡ πρόσθεσις γίγνεται. ἀλλὰ τοῦτό γ’ οὐκ αὔξησίς ἐστιν ἀλλὰ γένεσις, ὦ σοφώτατε· γίγνεται γὰρ ὁ θύλακος ἔτι καὶ ὁ σάκκος καὶ θοἰµάτιον καὶ ἡ οἰκία καὶ τὸ πλοῖον καὶ τῶν ἄλλων ἕκαστον, ὅταν µηδέπω τὸ προσῆκον εἶδος, οὗ χάριν ὑπὸ τοῦ τεχνίτου δηµιουργεῖται, συµπεπληρωµένον ᾖ. πότ’ οὖν αὐξάνεται; ὅταν ἤδη τέλειος ὢν ὁ τάλαρος, ὡς ἔχειν πυθµένα τέ τινα καὶ στόµα καὶ οἷον γαστέρα καὶ τὰ τούτων µεταξύ, µείζων ἅπασι τούτοις γένηται. καὶ πῶς ἔσται τοῦτο; φήσει τις. πῶς δ’ ἄλλως ἢ εἰ ζῷον ἐξαίφνης ἢ φυτὸν ὁ τάλαρος ἡµῖν γένοιτο; µόνων γὰρ τῶν ζώντων ἡ αὔξησις. σὺ δ’ ἴσως οἴει τὴν οἰκίαν οἰκοδοµουµένην αὐξάνεσθαι καὶ τὸν τάλαρον πλεκόµενον καὶ θοἰµάτιον ὑφαινόµενον. ἀλλ’ οὐχ ὧδ’ ἔχει· τοῦ µὲν γὰρ ἤδη συµπεπληρωµένου κατὰ τὸ εἶδος ἡ αὔξησις, τοῦ δ’ ἔτι γιγνοµένου ἡ εἰς τὸ εἶδος ὁδὸς οὐκ αὔξησις ἀλλὰ γένεσις ὀνοµάζεται· αὐξάνεται µὲν γὰρ τὸ ὄν, γίγνεται δὲ τὸ οὐκ ὄν.

4. Καὶ ταῦτ’ ᾿Ερασίστρατος οὐκ οἶδεν, ὃν οὐδὲν λανθάνει, εἴπερ ὅλως ἀληθεύουσιν οἱ ἀπ’ αὐτοῦ φάσκοντες ὡµιληκέναι τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις αὐτόν. ἄχρι µὲν οὖν τοῦ τὴν φύσιν ὑµνεῖν ὡς τεχνικὴν κἀγὼ γνωρίζω τὰ τοῦ περιπάτου δόγµατα, τῶν δ’ ἄλλων οὐδὲν οὐδ’ ἐγγύς. εἰ γάρ τις ὁµιλήσειε τοῖς ᾿Αριστοτέλους καὶ Θεοφράστου γράµµασι, τῆς ῾Ιπποκράτους ἂν αὐτὰ δόξειε φυσιολογίας ὑποµνήµατα συγκεῖσθαι, τὸ θερµὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα καὶ τούτων αὐτῶν δραστικώτατον µὲν τὸ θερµόν, δεύτερον δὲ τῇ δυνάµει τὸ ψυχρὸν ῾Ιπποκράτους ταῦτα σύµπαντα πρώτου, δευτέρου δ’ ᾿Αριστοτέλους εἰπόντος. τρέφεσθαι δὲ δι’ ὅλων αὑτῶν τὰ τρεφόµενα καὶ κεράννυσθαι δι’ ὅλων τὰ κεραννύµενα καὶ ἀλλοιοῦσθαι δι’ ὅλων τὰ ἀλλοιούµενα, καὶ ταῦθ’ ῾Ιπποκράτειά θ’ ἅµα καὶ ᾿Αριστοτέλεια. καὶ τὴν πέψιν ἀλλοίωσίν τιν’ ὑπάρχειν καὶ µεταβολὴν τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφοµένου ποιότητα, τὴν δ’ ἐξαιµάτωσιν ἀλλοίωσιν εἶναι καὶ τὴν θρέψιν ὡσαύτως καὶ τὴν αὔξησιν ἐκ τῆς πάντη διατάσεως [τοῦ σώµατος] καὶ θρέψεως γίγνεσθαι, τὴν δ’ ἀλλοίωσιν ὑπὸ τοῦ θερµοῦ µάλιστα συντελεῖσθαι καὶ διὰ τοῦτο καὶ τὴν πέψιν καὶ τὴν θρέψιν καὶ τὴν τῶν χυµῶν ἁπάντων γένεσιν, ἤδη δὲ καὶ τοῖς περιττώµασι τὰς ποιότητας ὑπὸ τῆς ἐµφύτου θερµασίας ἐγγίγνεσθαι, ταῦτα σύµπαντα καὶ πρὸς τούτοις ἕτερα πολλὰ τά τε τῶν προειρηµένων δυνάµεων καὶ τὰ τῶν νοσηµάτων τῆς γενέσεως καὶ τὰ τῶν ἰαµάτων τῆς εὑρέσεως ῾Ιπποκράτης µὲν πρῶτος ἁπάντων ὧν ἴσµεν ὀρθῶς εἶπεν, ᾿Αριστοτέλης δὲ δεύτερος ὀρθῶς ἐξηγήσατο. καὶ µὴν εἰ ταῦτα σύµπαντα τοῖς ἐκ τοῦ περιπάτου δοκεῖ, καθάπερ οὖν δοκεῖ, µηδὲν δ’ αὐτῶν ἀρέσκει τῷ ᾿Ερασιστράτῳ, τί ποτε βούλεται τοῖς ᾿Ερασιστρατείοις ἡ πρὸς τοὺς φιλοσόφους ἐκείνους τοῦ τῆς αἱρέσεως αὐτῶν ἡγεµόνος ὁµιλία; θαυµάζουσι µὲν γὰρ αὐτὸν ὡς θεὸν καὶ πάντ’ ἀληθεύειν νοµίζουσιν. εἰ δ’ οὕτως ἔχει ταῦτα, πάµπολυ δήπου τῆς ἀληθείας ἐσφάλθαι χρὴ νοµίζειν τοὺς ἐκ τοῦ περιπάτου φιλοσόφους, οἷς µηδὲν ὧν ᾿Ερασίστρα-τος ὑπελάµβανεν ἀρέσκει. καὶ µὴν ὥσπερ τιν’ εὐγένειαν αὐτῷ τῆς φυσιολογίας τὴν πρὸς τοὺς ἄνδρας ἐκείνους συνουσίαν ἐκπορίζουσι. πάλιν οὖν ἀναστρέψωµεν τὸν λόγον ἑτέρως ἢ ὡς ὀλίγῳ πρόσθεν ἐτύχοµεν εἰπόντες. εἴπερ γὰρ οἱ ἐκ τοῦ περιπάτου καλῶς ἐφυσιολόγησαν, οὐδὲν ἂν εἴη ληρωδέστερον ᾿Ερασιστράτου καὶ δίδωµι τοῖς ᾿Ερασιστρατείοις αὐτοῖς τὴν αἵρεσιν· ἢ γὰρ τὸν πρότερον λόγον ἢ τοῦτον προσήσονται. λέγει δ’ ὁ µὲν πρότερος οὐδὲν ὀρθῶς ἐγνωκέναι περὶ φύσεως τοὺς περιπατητικούς, ὁ δὲ δεύτερος ᾿Ερασίστρατον. ἐµὸν µὲν οὖν ὑποµνῆσαι τῶν δογµάτων τὴν µάχην, ἐκείνων δ’ ἡ αἵρεσις. ἀλλ’ οὐκ ἂν ἀποσταῖεν τοῦ θαυµάζειν ᾿Ερασίστρατον· οὐκοῦν σιωπάτωσαν περὶ τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων. παµπόλλων γὰρ ὄντων δογµάτων φυσικῶν περί τε γένεσιν καὶ φθορὰν τῶν ζῴων καὶ ὑγίειαν καὶ νόσους καὶ τὰς θεραπείας αὐτῶν ἓν µόνον εὑρεθήσεται ταὐτὸν ᾿Ερασιστράτῳ κἀκείνοις τοῖς ἀνδράσι, τό τινος ἕνεκα πάντα ποιεῖν τὴν φύσιν καὶ µάτην µηδέν. ἀλλὰ καὶ αὐτὸ τοῦτο µέχρι λόγου κοινόν, ἔργῳ δὲ µυριάκις ᾿Ερασίστρατος αὐτὸ διαφθείρει· µάτην µὲν γὰρ ὁ σπλὴν ἐγένετο, µάτην δὲ τὸ ἐπίπλοον, µάτην δ’ αἱ εἰς τοὺς νεφροὺς ἀρτηρίαι καταφυόµεναι, σχεδὸν ἁπασῶν τῶν ἀπὸ τῆς µεγάλης ἀρτηρίας ἀποβλαστανουσῶν οὖσαι µέγισται, µάτην δ’ ἄλλα µυρία κατά γε τὸν ᾿Ερασιστράτειον λόγον· ἅπερ εἰ µὲν οὐδ’ ὅλως γιγνώσκει, βραχεῖ µαγείρου σοφώτερός ἐστιν ἐν ταῖς ἀνατοµαῖς, εἰ δ’ εἰδὼς οὐ λέγει τὴν χρείαν αὐτῶν, οἴεται δηλονότι παραπλησίως τῷ σπληνὶ µάτην αὐτὰ γεγονέναι. καίτοι τί ταῦτ’ ἐπεξέρχοµαι τῆς περὶ χρείας µορίων πραγµατείας ὄντα µελλούσης ἡµῖν ἰδίᾳ περαίνεσθαι; πάλιν οὖν ἀναλάβωµεν τὸν αὐτὸν λόγον εἰπόντες τέ τι βραχὺ πρὸς τοὺς ᾿Ερασιστρατείους ἔτι τῶν ἐφεξῆς ἐχώµεθα. δοκοῦσι γάρ µοι µηδὲν ἀνεγνωκέναι τῶν ᾿Αριστοτέλους οὗτοι συγγραµµάτων, ἀλλ’ ἄλλων ἀκούοντες, ὡς δεινὸς ἦν περὶ φύσιν ὁ ἄνθρωπος καὶ ὡς οἱ ἀπὸ τῆς στοᾶς κατ’ ἴχνη τῆς ἐκείνου φυσιολογίας βαδίζουσιν, εἶθ’ εὑρόντες ἕν τι τῶν περιφεροµένων δογµάτων κοινὸν αὐτῷ πρὸς ᾿Ερασίστρατον ἀναπλάσαι τινὰ συνουσίαν αὐτοῦ πρὸς ἐκείνους τοὺς ἄνδρας. ἀλλ’ ὅτι µὲν τῆς ᾿Αριστοτέλους φυσιολογίας οὐδὲν ᾿Ερασιστράτῳ µέτεστιν, ὁ κατάλογος τῶν προειρηµένων ἐνδείκνυται δογµάτων, ἃ πρώτου µὲν ῾Ιπποκράτους ἦν, δευτέρου δ’ ᾿Αριστοτέλους, τρίτων δὲ τῶν Στωϊκῶν, ἑνὸς µόνου µετατιθεµένου τοῦ τὰς ποιότητας εἶναι σώµατα. τάχα δ’ ἂν τῆς λογικῆς ἕνεκα θεωρίας ὡµιληκέναι φαῖεν τὸν ᾿Ερασίστρατον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις οὐκ εἰδότες, ὡς ἐκεῖνοι µὲν ψευδεῖς καὶ ἀπεράντους οὐκ ἔγραψαν λόγους, τὰ δ’ ᾿Ερασιστράτεια βιβλία παµπόλλους ἔχει τοὺς τοιούτους. τάχ’ ἂν οὖν ἤδη τις θαυµάζοι καὶ διαποροίη, τί παθὼν ὁ ᾿Ερασίστρατος εἰς τοσοῦτον τῶν ῾Ιπποκράτους δογµάτων ἀπετράπετο καὶ διὰ τί τῶν ἐν ἥπατι πόρων τῶν χοληδόχων, ἅλις γὰρ ἤδη νεφρῶν, ἀφελόµενος τὴν ἑλκτικὴν δύναµιν ἐπίκαιρον αἰτιᾶται θέσιν καὶ στοµάτων στενότητα καὶ χώραν τινὰ κοινήν, εἰς ἣν παράγουσι µὲν αἱ ἀπὸ τῶν πυλῶν τὸ ἀκάθαρτον αἷµα, µεταλαµβάνουσι δὲ πρότεροι µὲν οἱ πόροι τὴν χολήν, δεύτεραι δ’ αἱ ἀπὸ τῆς κοίλης φλεβὸς τὸ καθαρὸν αἷµα. πρὸς γὰρ τῷ µηδὲν ἂν βλαβῆναι τὴν ὁλκὴν εἰπὼν ἄλλων µυρίων ἔµελλεν ἀµφισβητουµένων ἀπαλλάξεσθαι λόγων.

5. ῾Ως νῦν γε πόλεµος οὐ σµικρός ἐστι τοῖς ᾿Ερασιστρατείοις οὐ πρὸς τοὺς ἄλλους µόνον ἀλλὰ καὶ πρὸς ἀλλήλους, οὐκ ἔχουσιν, ὅπως ἐξηγήσωνται τὴν ἐκ τοῦ πρώτου τῶν καθόλου λόγων λέξιν, ἐν ᾗ φησιν· “εἰς τὸ αὐτὸ δ’ ἀνεστοµωµένων ἑτέρων δύο ἀγγείων τῶν τ’ ἐπὶ τὴν χοληδόχον τεινόντων καὶ τῶν ἐπὶ τὴν κοίλην φλέβα συµβαίνει τῆς ἀναφεροµένης ἐκ τῆς κοιλίας τροφῆς τὰ ἐναρµόζοντα ἑκατέροις τῶν στοµάτων εἰς ἑκάτερα τῶν ἀγγείων µεταλαµβάνεσθαι καὶ τὰ µὲν ἐπὶ τὴν χοληδόχον φέρεσθαι, τὰ δ’ ἐπὶ τὴν κοίλην φλέβα περαιοῦσθαι”. τὸ γὰρ “εἰς τὸ αὐτὸ ἀνεστοµωµένων”, ὃ κατ’ ἀρχὰς τῆς λέξεως γέγραπται, τί ποτε χρὴ νοῆσαι, χαλεπὸν εἰπεῖν. ἤτοι γὰρ οὕτως εἰς ταὐτόν, ὥστε τῷ τῆς ἐν τοῖς σιµοῖς φλεβὸς πέρατι συνάπτειν δύο ἕτερα πέρατα, τό τ’ ἐν τοῖς κυρτοῖς καὶ τὸ τοῦ χοληδόχου πόρου, ἤ, εἰ µὴ οὕτω, χώραν τινὰ κοινὴν ἐπινοῆσαι χρὴ τῶν τριῶν ἀγγείων οἷον δεξαµενήν τινα, πληρουµένην µὲν ὑπὸ τῆς κάτω φλεβός, ἐκκενουµένην δ’ εἴς τε τοὺς χοληδόχους πόρους καὶ τὰς τῆς κοίλης ἀποσχίδας· καθ’ ἑκατέραν δὲ τῶν ἐξηγήσεων ἄτοπα πολλά, περὶ ὧν εἰ πάντων λέγοιµι, λάθοιµ’ ἂν ἐµαυτὸν ἐξηγήσεις ᾿Ερασιστράτου γράφων, οὐχ, ὅπερ ἐξ ἀρχῆς προὐθέµην, περαίνων. κοινὸν δ’ ἀµφοτέραις ταῖς ἐξηγήσεσιν ἄτοπον τὸ µὴ καθαίρεσθαι πᾶν τὸ αἷµα. χρὴ γὰρ ὡς εἰς ἠθµόν τινα τὸ χοληδόχον ἀγγεῖον ἐµπίπτειν αὐτό, οὐ παρέρχεσθαι καὶ παραρρεῖν ὠκέως εἰς τὸ µεῖζον στόµα τῇ ῥύµῃ τῆς ἀναδόσεως φερόµενον. ἆρ’ οὖν ἐν τούτοις µόνον ἀπορίαις ἀφύκτοις ὁ ᾿Ερασιστράτου λόγος ἐνέχεται µὴ βουληθέντος χρήσασθαι ταῖς ἑλκτικαῖς δυνάµεσιν εἰς µηδέν, ἢ σφοδρότατα µὲν ἐν τούτοις καὶ σαφῶς οὕτως, ὡς ἂν µηδὲ παῖδα λαθεῖν;

1
...
...
20

Бесплатно

0 
(0 оценок)

Читать книгу: «Сочинения. Том 5»

Установите приложение, чтобы читать эту книгу бесплатно