Читать бесплатно книгу «Сочинения. Том 2» Галена полностью онлайн — MyBook
image

30. Τὰ δὲ τῶν ὀργανικῶν µορίων αἴτια ὑγιεινὰ κατὰ τὸ σφάλµα κᾀνταῦθα τῆς ἀρίστης κατασκευῆς ἀλλήλων διενήνοχεν. ἄλλα µὲν γάρ ἐστιν ὑγιεινὰ τῶν παρὰ τὴν διάπλασιν σφαλµάτων, ἄλλα δὲ τῶν παρὰ τὸ µέγεθος, ἢ τὸν ἀριθµὸν, ἢ τὴν θέσιν. ἐν µὲν οὖν τῇ διαπλάσει πλείω τὰ σφάλµατα. καὶ γὰρ καὶ τὸ σχῆµα τοῦ µορίου, καὶ εἴ πού τις ἐν αὐτῷ κοιλότης ἐστὶ κατὰ φύσιν, ἢ στόµιον, ἢ πόρος, ἢ τραχύτης τις, ἢ λειότης, ὅταν ἐξιστῆται τῆς οἰκείας συµµετρίας, ἐπ’ ὀλίγον µὲν τοῦτο πάσχοντα, τῆς τῶν ὑγιεινῶν σωµάτων ἔχεται προσηγορίας, ἐπὶ πλέον δὲ, τῆς τῶν νοσωδῶν· εἰ δ’ ἐπὶ τοσοῦτον, ὡς βλάπτειν τὴν ἐνέργειαν, ἤδη νοσεῖν λεχθήσεται. κατὰ δὲ τὸ ποσὸν ἡ ὑπερβολή τε καὶ ἔλλειψις εἰς τὰς αὐτὰς ἄγει διαφοράς. ἐν ἀριθµῷ δὲ, λεῖπον ἢ περισσεῦον ὁτιοῦν τῶν ὁµοιοµερῶν ἓν ἢ πλείω. τούτου τοῦ γένους εἰσὶ καὶ ὅσαι παρὰ φύσιν ἐν ἡµῖν οὐσίαι συνίστανται. λοιπὸν δ’ ἐστὶ γένος ἄλλο παρὰ τὴν θέσιν ἑκάστου τῶν ἁπλῶν µερῶν, ἐν ᾧ καὶ αὐτῷ τέτταρες αἱ πᾶσαι γίνονται διαφοραί· πρώτη µὲν ἡ ἀρίστη· δευτέρα δὲ ἡ βραχύ τι παραλλάττουσα καὶ διὰ τοῦτ’ ἔτι ὑγιεινὸν ἀποτελοῦσα τὸ σῶµα· καὶ τρίτη νοσερὸν, ὅταν ἐπὶ πλέον ἐξιστῆται· καὶ τετάρτη τὸ ἤδη νοσοῦν, ὅταν ἐπὶ πλεῖστον. ὅσα µὲν οὖν ἡµάρτηται µόρια κατὰ τὸ σχῆµα, καθάπερ ὅσα βλαισὰ, καὶ ῥαιβὰ, καὶ λοξὰ, ταῦτα νεογενῆ µὲν ἔτι καὶ ἁπαλὰ διαπλάσει τε καὶ ἐπιδέσει εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται· σκληρὰ δ’ εἰ φθάσειεν αὐξηθέντα γενέσθαι, τὴν ἐπανόρθωσιν οὐ προσίεται. καὶ µὲν δὴ καὶ ὅσα περὶ τὴν κοιλότητα ἡµάρτηται, καὶ ταῦτα ὡσαύτως ἐπανορθοῦται µὲν ἔτι αὐξανόµενα, τελειωθέντα δὲ οὐ δύναται. µικρὰς µὲν οὖν κοιλότητας ἐπίδεσίς τε καὶ ἡσυχία, µεγάλας δὲ ἐνέργειά τε τῶν µερῶν καὶ κατάληψις ἐργάζεται πνεύµατος. οὕτως δὲ καὶ ὅσα κατὰ πόρους, ἢ στόµια. καὶ µὲν δὴ καὶ ὅσα µείζω τοῦ δέοντος, ἡσυχία τε καὶ ἐπίδεσις ἐπιτήδειος ἐλάττονα πέφυκεν ἐργάζεσθαι. µείζω δ’ ἀποτελεῖται τὰ µόρια κινήσει τῇ κατὰ φύσιν ἅµα τρίψει συµµέτρῳ, καὶ τοῖς ἄλλοις, ὅσα πέφυκεν ἐπισπᾶσθαι πλέον αἷµα. τῶν δὲ λειπόντων µορίων, ὅσα µὲν ἐξ αἵµατος ἔχει τὴν γένεσιν, οὐκ ἀδύνατος ἡ ἐπανόρθωσις· ὅσα δ’ ἐκ σπέρµατος, ὀλίγου δεῖν ἀδύνατος. ἔστι δ’ ὅµως ἀντ’ αὐτῶν ἐνίοτε ποιεῖν ἕτερα παραπλησίαν ἐκείνοις ἔχοντα τὴν χρείαν. ἁπάντων δ’ αὐτῶν ἡ µὲν φύσις ἐστὶ δηµιουργὸς, ὁ δ’ ἰατρὸς ὑπηρέτης. ὅσα δὲ περιττεύει κατ’ ἀριθµὸν, ἀφαίρεσις αὐτῶν ἐστιν αἴτιον ὑγιεινόν. ἐπισκέπτεσθαι δὲ δεῖ, ἐφ’ ὧν δυνατόν· εἰ δ’ ἀδύνατον φαίνοιτο, µετατιθέναι πειρᾶσθαι. ἡ δ’ αὐτὴ καὶ τῶν παρὰ τὴν θέσιν ἡµαρτηµένων ἐπανόρθωσις. εὔδηλον δὲ, ὡς δύο καὶ τρία πολλάκις ἁµαρτήµατα δύναται συστῆναι περὶ µόριον ἓν, ὥσπερ ἐπὶ τοῦ τὴν γαστέρα µικράν τε ἅµα καὶ στρογγύλην καὶ κατὰ τοῦ διαφράγµατος ἐπικειµένην ἔχοντος. ἡµάρτητο γὰρ ἐν αὐτῇ µέγεθός τε καὶ διάπλασις καὶ θέσις. ἦν δὲ καὶ τῇ κράσει ψυχροτέρα. ταύτην εἰς µὲν τὸ κατὰ φύσιν ἄγειν ἀµήχανον ἦν· ὥστε δὲ ἧττον ὑπ’ αὐτῆς ἐνοχλεῖσθαι, δυνατόν. ἐπειδὴ γὰρ ἐδυσπνόει, πληρωθείσης τῆς γαστρὸς, ἐλάττονά τε καὶ τρόφιµα καὶ µὴ βαρέως ὑπιόντα προσεφέρετο τρὶς τῆς ἡµέρας. ἄλλῳ δὲ, ἐµφράξεως ἐν ἥπατι διὰ τὴν στενότητα τῶν ἀγγείων συνεχέστατα γινοµένης, ὑγιεινὸν αἴτιον ἐξευρέθη ἡ λεπτύνουσα δίαιτα. Λοιπὸν οὖν ἔτι γένος ἓν κοινὸν ὁµοιοµερῶν τε καὶ ὀργανικῶν ἐστιν ἡ λύσις τῆς συνεχείας, ἣν ἴσως τις οὐ συγχωρήσει τοῖς ἀµέµπτως ὑγιαίνουσιν ὑπάρξαι ποτέ· εἶναι γὰρ ἀεὶ πάθος· οὐκ εἰδὼς ὁµοίαν ἀπορίαν ἐσοµένην ὑπὲρ ἁπάντων τῶν γενῶν. εἰ µὴ γὰρ ἐνεργείας αἰσθητὴ βλάβη διορίζοι τὸ νόσηµα τῆς ὑγείας, ἀλλὰ κατὰ τὸ ποιὸν τῆς διαθέσεως ἐπινοοῖτο µόνον, ἀναγκαῖον ἔσται τὸ τῆς ἀειπαθείας προσδέξασθαι δόγµα, µηδενὸς ἀρίστας ἔχοντος ἁπάσας τὰς ἐνεργείας. ἀλλὰ τοῦτο µὲν, ὡς ἂν λογικώτερον σκέµµα, καθ’ ἑαυτὸ λόγου τυγχανέτω.

31. Τὰ δ’ ὡς πρὸς τοὺς ὁµολογουµένως νοσοῦντας ὑγιεινὰ τῶν αἰτίων ἑξῆς διέλθωµεν, ἀπὸ τοῦ τῆς δυσκρασίας ἀρξάµενοι γένους. διοριστέον οὖν ἐνταῦθα πρότερον, ἅπερ ὀλίγου δεῖν ἅπαντες οἱ ἰατροὶ παραλείπουσιν, ὡς ἄλλα µέν ἐστιν ὑγιεινὰ τῆς ἤδη γεγενηµένης δυσκρασίας, ἄλλα δὲ τῆς ἔτι γινοµένης, ὥσπερ γε καὶ τῆς γενησοµένης ἄλλα. ταύτης µέν γε τῆς ὑστάτης τὰ µὲν ἐν τῷ προφυλακτικῷ µέρει τῆς τέχνης ἐστὶ, τὰ δὲ ἐν τῷ ὑγιεινῷ· τῆς δὲ πρώτης ἁπασῶν ἐν τῷ θεραπευτικῷ µόνῳ· τῆς δ’ ἀµφοῖν µέσης λεχθείσης ἐν τῷ προφυλακτικῷ τε καὶ θεραπευτικῷ. τὴν µὲν γὰρ ἤδη γεγενηµένην τε καὶ οὖσαν νόσον ἰᾶσθαι χρή· τὴν δ’ οὔπω µὲν οὖσαν, ἐσοµένην δὲ, ἐκ τῆς κατὰ τὸ σῶµα διαθέσεως κωλῦσαι γενέσθαι· τῆς γινοµένης δὲ, τὸ µὲν ἤδη γεγονὸς ἰᾶσθαι, τὸ γενησόµεσον δὲ κωλῦσαι γενέσθαι. κωλυθήσεται δὲ, τῆς διαθέσεως, ἐφ’ ᾗ γίνεσθαι πέφυκεν, ἀναιρεθείσης. ὀνοµάζεται δὲ ἡ τοιαύτη διάθεσις αἰτία προηγουµένη. ἡ γεγονυῖα δὲ νόσος ἤδη θεραπευθήσεται, τῆς διαθέσεως, ὑφ’ ἧς πρώτως ἡ κατὰ φύσιν ἐνέργεια βλάπτεται, λυθείσης, ἥν περ δὴ καὶ φαµὲν αὐτὴν εἶναι τῆς νόσου τὴν αἰτίαν. ἡ δ’ ἴασις ἕνα µὲν ἔχει πρῶτόν τε καὶ τὸν κοινότατον σκοπὸν, αὐτῷ τῷ µέλλοντι λυθήσεσθαι τὸ ἐναντίον. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ πάντα τὰ δηµιουργοῦντα τὴν ὑγείαν αἴτια, κατὰ µέρος δ’ ἐκ τῶν καθέκαστον ἐναντίων. τῇ µὲν οὖν θερµῇ διαθέσει τὸ ψυχρὸν αἴτιον ἐναντίον ἐστὶ, τῇ ψυχρᾷ δὲ τὸ θερµὸν, ἐπί τε τῶν ἄλλων ἀνάλογον. εἰ γὰρ ἄµετρον µὲν ἅπαν τὸ παρὰ φύσιν, σύµµετρον δὲ τὸ κατὰ φύσιν, ἀνάγκη πᾶσα τὸ ἄµετρον ὑπὸ τοῦ κατὰ τοὐναντίον ἐµµέτρου πρὸς τὸ σύµµετρον ἐπανελθεῖν. εὔδηλον δὲ, ὡς τὸ κατὰ δύναµιν, οὐ τὸ κατὰ φαντασίαν θερµαῖνον καὶ ψύχον, ὅσα τ’ ἄλλα τοιαῦτα, ληπτέον ἐστί. καλῶ δὲ κατὰ δύναµιν µὲν, ὅπερ ὄντως τε καὶ ἀληθῶς ἐστιν οἷον λέγεται· κατὰ φαντασίαν δὲ, τὸ τῇ προχείρῳ µὲν αἰσθήσει τοιοῦτον εἶναι φανταζόµενον, ὄντως δ’ οὐκ ὂν τοιοῦτον. ὅπως δὲ χρὴ γνωρίζειν αὐτὰ, κατὰ τὴν περὶ τῆς τῶν ἁπλῶν φαρµάκων δυνάµεως εἴρηται πραγµατείαν. εἰς δὲ τὴν εὕρεσιν τῶν ὑγιεινῶν αἰτίων, ὅσα µὲν ὡς πρὸς τὴν ἤδη γεγενηµένην νόσον ἐστὶν ὑγιεινὰ, τῇ µεθόδῳ χρηστέον, ᾗ τὸ κατὰ φαντασίαν τοῦ κατὰ δύναµιν ὁρίζεται· ὅσα δὲ ὡς πρὸς τὴν ἔτι γινοµένην, αὐτῇ τε ταύτῃ, καὶ προσέτι καθ’ ἣν ἐξευρίσκεται τὰ τῶν νοσηµάτων αἴτια· φέρε γὰρ, εἰ οὕτως ἔτυχεν, ἐπὶ χυµοῖς σηποµένοις ἀνάπτεσθαι πυρετὸν, ἔνδειξις ἐπὶ τοῖς τοιούτοις ἀλλοίωσίς τε καὶ κένωσίς ἐστιν· ἀλλοίωσις µὲν ἡ παύουσα τὴν σηπεδόνα, µενούσης τῆς αἰτίας, κένωσις δὲ ἡ ὅλην ἐκ τοῦ σώµατος ἐξάγουσα τὴν αἰτίαν. ἀλλὰ τὸ µὲν εἰρηµένον εἶδος τῆς ἀλλοιώσεως πέψις ἐστὶν, ἣν ὑπὸ τίνων αἰτίων ἐγχωρεῖ ποιεῖν, ἐξευρόντες, ἐν ἐκείνοις ἂν ἔχοιµεν ἤδη τὴν γνῶσιν τῶν οὕτως ὑγιεινῶν. αἱ κενώσεις δὲ διά τε φλεβοτοµίας, καὶ κλυστήρων, καὶ οὔρων, καὶ τῆς κατὰ τὸ δέρµα διαπνοῆς εἰσιν, ἔτι δὲ ἀντισπάσεως καὶ µετοχετεύσεως εἰς ἕτερα. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ καταµήνια κινῆσαι καὶ αἱµοῤῥοΐδας ἀναστοµῶσαι, καὶ διὰ ῥινῶν καὶ ὑπερώας καθᾶραι.

32. ἐξευρόντες οὖν κᾀνταῦθα τὰς ὕλας, αἷς ἐν ποιότητι καὶ ποσότητι, καὶ καιρῷ, καὶ τρόπῳ τῆς χρήσεως προσφεροµέναις ἡ κένωσις γίνεται, κατ’ αὐτὸ τὸ µέρος τῆς τέχνης εὑρήσοµεν τὰ ὑγιεινά. καὶ γέγραπται πάντων ἡ εὕρεσις ἐν τῇ θεραπευ-τικῇ πραγµατείᾳ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ ταῖς ἄλλαις δυσκρασίαις ταῖς τρισὶν, ἓν κοινὸν ἔχοντες παράγγελµα, τὸ ποιοῦν ἕκαστον ἐκκόπτειν πρότερον, εἶθ’ οὕτως ἥκειν ἐπὶ τὸ γεγονὸς ὑπ’ αὐτοῦ νόσηµα, τὴν τῶν ὑγιεινῶν αἰτίων εὕρεσιν ποιησόµεθα. κατὰ δὲ τὰς συνθέτους δυσκρασίας ἥ γ’ ἐκ τῶν ἁπλῶν σύνθεσις ἐνδείξεται τὰ ὑγιεινὰ παραγγέλµατα, κᾀνταῦθα ἐχόντων ἡµῶν ἀνάλογον φάρµακον τῷ µεγέθει τῆς δυσκρασίας, τὸ πρὸς ἐκείνην ἁρµόττον, ἐξευρίσκειν. οἷον, εἰ οὕτως ἔτυχεν, δέκα µὲν ἀριθµοῖς ἐπὶ τὸ θερµότερον ἐξεστήκῃ τοῦ κατὰ φύσιν, ἑπτὰ δ’ ἐπὶ τὸ ξηρότερον. εἶναι δήπου χρὴ καὶ τὸ ὑγιεινὸν αἴτιον ἐπὶ ταῖς τοιαύταις διαθέσεσι δέκα µὲν ἀριθµοῖς ψυχρότερον, ἑπτὰ δὲ ὑγρότερον. εἰ µὲν οὖν αὐτῷ τῷ πεπονθότι µορίῳ προσάγοιτο τοιοῦτον φάρµακον, εἰς τοσοῦτον ἔστω ψυχρότερόν τε καὶ ὑγρότερον, εἰς ὅσον ἡ ἔνδειξις κελεύει. διὰ βάθους δὲ κειµένου τοῦ πεπονθότος, ἐπιτεχνᾶσθαι χρὴ τοιοῦτον ἐργάζεσθαι τὸ ὑγιεινὸν, ὡς µὴ φθάνειν ἐκλύεσθαι κατὰ τὴν ὁδόν. εἰ µὲν οὖν θερµότερον εἶναι δέοι τοῦ συµµέτρου, µὴ τοσοῦτον µόνον ἔστω θερµότερον, ὅσου δεῖται τὸ πάθος, ἀλλ’ ἐξ ἐπιµέτρου προσκείσθω τὸ διὰ τὴν θέσιν ἀναγκαῖον προσερχόµενον· εἰ δὲ ψυχρότερον, οὐχ ἁπλῶς χρὴ τοσοῦτον ποιεῖν αὐτὸ ψυχρότερον, ἀλλὰ καὶ τὴν ὕλην σκοπεῖσθαι πρότερον. εἰ µὲν γὰρ παχυµερές ἐστιν, οὐχ ὁδοιπορήσει µέχρι βάθους πολλοῦ· τοὐναντίον δὲ πᾶν ἐργάσεται πυκνῶσαν τὴν ἐπιφάνειαν. εἰ δὲ λεπτοµερὲς ὑπάρχει, δύναιτ’ ἂν ἐξικέσθαι µέχρι πλείονος βάθους. οὕτως δὲ καὶ ἐπὶ τῶν ὑγραινόντων καὶ ξηραινόντων τὸ παχυµερὲς καὶ λεπτοµερὲς τῆς οὐσίας ἐπισκεπτέον. ἀπὸ µὲν δὴ τῆς θέσεως τοῦ πεπονθότος ἡ ἔνδειξις εὑρίσκει τὸ ὑγιεινὸν, ὡς εἴρηται νῦν. ἀπὸ δὲ τῆς διαπλάσεώς τε καὶ θέσεως, ὅταν ἐκροὰς αἰσθητὰς ἔχῃ συντετρηµένας εἰς ἕτερον, ἢ µηδεµίαν ἔχῃ. τὰς µὲν γὰρ εἰς τὰ κυριώτατα φερούσας ἐκροὰς ἀποτρέψοµεν, ἐρεθίσοµεν δὲ τὰς εἰς µὴ κυριώτατα. δῆλον δὲ, ὡς τῶν ποιούντων αἰτίων τὴν δυσκρασίαν ἡ διὰ τῆς κενώσεώς ἐστιν ἴασις. αὐτῶν γὰρ τῶν δυσκρασιῶν µόνον ἀλλοίωσις ἴασίς ἐστιν.

33. Λυθείσης δὲ τῆς συνεχείας, ὁ µὲν τῆς ἰάσεως σκοπὸς, ἡ ἕνωσις, ἐπὶ µὲν τῶν ὁργανικῶν µορίων ἀδύνατος· ἐπὶ δὲ τῶν ὁµοιοµερῶν οὐκ ἀεὶ δυνατὸς, ἀλλ’ ἐν ἐνίοις, ὡς ἐν τοῖς σαρκώδεσι, κόλλησις ἡ ἴασίς ἐστιν· οὐ διοίσει δὲ οὐδ’ εἰ σύµφυσιν ὀνοµάζεις. ἡγεῖται δ’ αὐτῆς, ὅταν µεῖζον γένηται τὸ τραῦµα, προσαγωγὴ τῶν διεστώτων µορίων, ἐκ τοῦ τῆς διαπλάσεως ὑπάρχουσα γένους. ἵνα δ’ αὐτὴ γέ-νηται µόνιµος, ἐπίδεσις ἡ συνάγουσα τὰ διεστῶτα, καὶ ἀγκτῆρες, καὶ ῥαφαὶ χρήσιµοι. κολλᾷ µὲν οὖν τὰ διεστηκότα καὶ τὴν ἐξ ἀρχῆς ἕνωσιν ἀποδίδωσιν ἡ φύσις. ἡµέτερον δ’ ἔργον ἓν πρῶτον µὲν, ὡς εἴρηται, τὸ συνάγειν εἰς ταὐτὸ τὰ διεστῶτα, δεύτερον δὲ τὸ φυλάττειν, ὡς συνήχθη, καὶ τρίτον, ὡς µηδὲν ἐµπέσῃ τῶν χειλῶν µεταξὺ, προνοεῖσθαι, καὶ τέταρτον, αὐτὴν τοῦ µέρους τὴν οὐσίαν ὑγιεινὴν διαφυλάττειν. τὸ µὲν δὴ πρῶτόν τε καὶ δεύτερον ὡς ἄν τις ποιήσειεν, εἴρηται. τὸ δὲ τρίτον ἐν µὲν τῷ συνάγειν τὰ διεστῶτα γίνοιτ’ ἂν, εἰ µηδὲν ἔξωθεν ἐµπίπτειν ἐάσοµεν, ὡς πολλάκις γε θρὶξ, ἢ ἔλαιον, ἢ ὑγρότης τις ἑτέρα µεταξὺ στᾶσα τῶν κολληθησοµένων, ἐκώλυσεν αὐτῶν τὴν ἕνωσιν. ἐν δὲ τῷ µετὰ ταῦτα χρόνῳ διὰ τῶν ὑποῤῥύσεων ἡ τοῦ τρίτου σκοποῦ φυλακή. τὴν δ’ ὑπόῤῥυσιν αὐτὴν ἐξ ἐπιδιαιρέσεως, καὶ ἀντιδιαιρέσεως, καὶ σχήµατος ἐπιτηδείου ποριστέον. ἡ δ’ οὐσία τοῦ µέρους ὑγιεινὴ φυλαχθήσεται διὰ τῶν µετρίως ξηραινόντων. αὕτη µὲν ἡ ἴασίς ἐστι συνεχείας λύσεως ἐν σαρκώδει µορίῳ γεγενηµένης αὐτῆς καθ’ ἑαυτὴν µόνης. εἰ δ’ ἑτέρῳ τινὶ µιχθείη νοσήµατι, πλείους οἱ σκοποὶ τῶν ἐνδείξεων, οὓς ἐν ταῖς τῶν συνθέτων, ἢ ἐπιπεπλεγµένων, ἢ ὅπως ἄν τις ὀνοµάζειν ἐθέλοι, διδασκαλίαις ἑξῆς ἐροῦµεν. ἐν δὲ τῷ παρόντι λόγῳ πρὸς τὰς λοιπὰς τῆς ἑνώσεως λύσεις ἰτέον.

34. Κάταγµα τοίνυν ἐστὶ µὲν τῆς ἐν ὀστῷ συνεχείας λύσις. ἀνίατον δὲ ὂν, ὅσον ἐπὶ τῷ πρώτῳ σκοπῷ, κατὰ δεύτερον τινὰ τρόπον ἰατόν πως γίνεται. πρῶτος µὲν οὖν σκοπὸς ἡ σύµφυσις οὐ δυναµένη διὰ σκληρότητα τοῦ µορίου γενέσθαι. δεύτερον δὲ ἡ δέσις διὰ πώρου δεσµοῦντος ἐν κύκλῳ τὸ κάταγµα. γένεσις δὲ τῷ πώρῳ, καθ’ ὅσον µὲν ἐξ ὕλης καὶ ἀποφύσεως γίνεται, κοινὴ πρὸς τὰ ἄλλα, καθ’ ὅσον δὲ ἐγγύς ἐστιν ὀστῷ τὴν ἰδέαν, ἐκ τῆς ἐκείνου τροφῆς. µαλακὸν δὲ καὶ παιδικὸν ὀστοῦν καὶ συµφῦναι δυνατόν. σπάνιος δὲ καὶ ἡ τοῦδε τοῦ πάθους γένεσις ἄνευ συµπλοκῆς, ὡς τὰ πολλὰ γὰρ οἱ παρακείµενοι µύες ἅµα τοῖς ἄλλοις σώµασι πάσχουσι, ῥηγνυµένων τῶν ὀστῶν, ὥστε καὶ ὁ σκοπὸς τῆς θεραπείας διττὸς, ἕτερος µὲν ὁ ἐπὶ τοῖς ὀστοῖς, ἕτερος δὲ ὁ ἐπὶ τοῖς ἀµφ’ αὐτὰ σώµασιν. ὁ µὲν δὴ τοιοῦτος ἐν ταῖς τῶν σαρκωδῶν µορίων ἐπιπεπλεγµέναις διαθέσεσιν εἴρηται. περὶ δὲ τῶν καταγµάτων ἐν τῷδε ῥητέον. ἐπεὶ γὰρ καὶ τούτων ἡ ἴασίς ἐστιν ἐκ τῆς πωρώσεως, ἵνα δ’ αὐτὴ γένηται, τῆς οἰκείας τροφῆς τοῦ ὀστοῦ δεῖ περίττωµα πρὸς τὴν τοῦ πώρου γένεσιν ὑποβεβλῆσθαι τῇ φύσει, τὸ περίττωµα δὲ τοῦτο καὶ τῇ ποιότητι καὶ τῇ ποσότητι σύµµετρον εἶναι χρὴ, διὰ τοῦτο ἀγωγῆς δεῖται τῆς τοσοῦτον καὶ τοιοῦτον τὸ ἐπιῤῥέον αἷµα τοῖς ὀστοῖς παρασκευαζούσης, ἐξ οἵου τε καὶ ὅσου γενήσεται πῶρος. ἐπεὶ δ’ ἐκχεῖται τοῦτο διὰ τῶν σηράγγων τοῦ κατεαγότος ὀστοῦ, σκοπεῖν αὐτοῦ χρὴ τὸ πλῆθός τε καὶ τὴν ποιότητα, καὶ οὕτως ἢ ξηραντικωτέραν ποιεῖσθαι τὴν ἀγωγὴν, ἢ ὑγραντικωτέραν, ἅπερ ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς µεθόδου γράµµασι λέλεκται.

35. Νεύρου δὲ καὶ τένοντος νύγµα διά τε τὸ περιττὸν τῆς αἰσθήσεως, καὶ διότι συνεχές ἐστι πρὸς τὴν ἀρχὴν τὸ µόριον, ἕτοιµον ἐπικαλέσασθαι σπασµοὺς, καὶ µάλισθ’ ὅταν µηδὲν διαπνέηται πρὸς τὰ ἐκτὸς, τυφλωθείσης τῆς τοῦ δέρµατος τρώσεως. τοῦτο τοίνυν χρὴ ἀναστοµοῦν, καὶ ἀναξηραίνειν οὐσίᾳ λεπτοµερεῖ, διϊκνεῖσθαι δυναµένῃ πρὸς τὸ βάθος ἄχρι τοῦ τετρωµένου νεύρου. λέλεκται δὲ καὶ περὶ τούτου τελέως ἐν τοῖς τῆς θεραπευτικῆς µεθό δου γράµµασιν. ἐν µὲν οὖν δὴ ταῖς ἁπλαῖς τοῦδε τοῦ γένους διαθέσεσιν ἡ τῶν ὑγιεινῶν αἰτίων ἰδέα τοιάδε.

36. Κατὰ δὲ τὰς συνθέτους ἐπιπέπλεκται τοῖς ἕλκεσιν πρώτη µὲν ἡ κοιλότης, ἣν οὐκ ἄλλην διάθεσιν, ἀλλ’ ἕλκους ἡγοῦνται διαφοράν. ἔστι δὲ οὐ διαφορὰ τό γε τοιοῦτον, ἀλλ’ ἕτερόν τι γένος ὅλου τοῦ νοσήµατος, ἐν ᾧ τῆς οὐσίας αὐτῆς ἐστιν ἀπώλεια. καὶ τοίνυν καὶ ἡ ἴασις ἐπὶ διττῷ πάθει διττοῦ δεῖται σκοποῦ. ἡ µὲν γὰρ τῆς συνεχείας λύσις ἑνώσεως, ἡ δὲ τῆς οὐσίας ἀπώλεια γενέσεως χρῄζει. λελεγµένοι δ’ εἰσὶν ὀλίγον ἔµπροσθεν οἱ τῆς γενέσεως σκοποί. καὶ µὲν δὴ καὶ ὡς χρὴ πρῶτον ἰᾶσθαι τήνδε τὴν διάθεσιν, εἶθ’ ἑξῆς ἑνοῦν ἐπιχειρεῖν, αὐτὴ τῶν πραγµάτων ἡ φύσις ἐνδείκνυται. ὅταν οὖν ἀναπληρωθῇ µὲν τὸ κοῖλον, ὁµαλὸν δὲ τὸ ἕλκος ὑπάρχῃ, τὸν ἕτερον τῶν σκοπῶν ἀνῃρῆσθαι συµβαίνει. µέσης γὰρ τῆς νεογενοῦς σαρκὸς ἱσταµένης τῶν χειλῶν τοῦ ἕλκους, ἑνωθῆναι µὲν ἀδύνατον τὰ διεστῶτα, σκοπὸν δ’ ἄλλον ἰάσεως ἐξευρεῖν χρή. τὴν δ’ εὕρεσιν ἐκ τοῦ κατὰ φύσιν ἕξοµεν, ὃ περιποιῆσαι τῷ µέρει προσήκει. κατὰ φύσιν δ’ ἦν αὐτῷ σκέπεσθαι δέρµατι. τοῦτ’ οὖν ἡµῖν ἐστι ποιητέον, ἢ, εἴπερ ἐστὶν ἀδύνατος ὁ σκοπὸς, ὅµοιόν τι δέρµατι. τὴν γοῦν σάρκα δερµατώδη ποιητέον ἐστίν. ἔστι δὲ τοιαύτη, ξηραινοµένη τε ἅµα καὶ τυλουµένη. ξηραινόντων δὲ καὶ στυφόντων ἀδήκτως ἔσται χρεία φαρµάκων εἰς τὰς ἐπουλώσεις. οὕτως δὲ κᾂν ῥύπος ἐπιτραφῇ, σκοπὸς µὲν ἀποῤῥύψαι· φάρµακον δὲ ὑγιεινὸν τὸ ῥυπτικόν. εἴρηται δ’ αὐτῶν ἐν τοῖς περὶ φαρµάκων ἡ ὕλη. καὶ µὲν δὴ καὶ εἰ φλεγµονή τις, ἢ θλάσις, ἢ σκίῤῥος, ἢ οἴδηµα κατὰ τοῦ ἕλκους εἴη, θεραπευτέον ἐκεῖνα πρότερον διὰ τῶν εἰρηµένων µεθόδων. οὕτως δὲ καὶ εἰ ἐπιῤῥεῖ τι τῷ ἕλκει, κατὰ τὴν τῶν ἐπιῤῥεόντων ἴασιν. ὡσαύτως δὲ καὶ εἰ δυσκρασία τις εἴη κατὰ τὸ ἡλκωµένων, ἐπὶ τὰ τῆς δυσκρασίας πρότερον ἰέναι βοηθήµατα. καὶ περὶ µὲν τούτων ἅλις.

37. ᾿Επὶ δὲ τὸ περὶ τὴν διάπλασιν ἰτέον ἤδη γένος, εἰς πλείους διαφορὰς τεµνόµενον. ἀλλ’ ἀπὸ τοῦ σαφεστάτου τὴν ἀρχὴν τῷ λόγῳ θετέον, ὃ κατὰ τὴν τοῦ σχήµατος ἐξάλλαξιν γίνεται. τῶν µὲν οὖν ἔτ’ αὐξανοµένων οἷόν τε τὸ σχῆµα τῶν πλείστων µορίων ἐπανορθοῦσθαι, τῶν δ’ ηὐξηµένων οὐκέτι. σκοπὸς δ’ ὧν οἷόν τε θεραπεῦσαι, πρὸς τοὐναντίον ἀπάγειν τῆς διαστροφῆς. εἰ δὲ κατάγµατος οὐκ ὀρθῶς διαπλασθέντος ἡµάρτηταί τινος κώλου σχῆµα, πωρωθῆναι φθάσαντος, ἐὰν ἔτι πρόσφατος ὁ πῶρος ὑπάρχῃ, κατάξαντα χρὴ διαπλάττειν αὖθις ὀρθῶς, εἶτα πωροῦν. ἔστι δὲ ἡ ἔµφραξις ἐκ ταὐτοῦ γένους τῶν νοσηµάτων. ἡ µὲν ὑπὸ γλίσχρων καὶ παχέων γινοµένη χυµῶν, ἕνα µὲν ἔχουσα καὶ αὐτὴ σκοπὸν ἐναντίον τῷ πάθει τὴν ἔµφραξιν· αἴτια δὲ ὑγιεινὰ τά τε ῥυπτικὰ καὶ τµητικὰ τῶν φαρµάκων. ἡ δ’ ὑπὸ κόπρου σκληρᾶς ἐµφραχθείσης ἐντέρῳ, προτέραν µὲν ἕξει τὴν τῆς σκληρότητος ἐπανόρθωσιν ἐξ ὑγρῶν καὶ λιπαρῶν κλυσµάτων, ἑξῆς δὲ τὴν κένωσιν ἐκ δριµέων. ἡ δ’ ὑπὸ λίθου κατὰ κύστιν, ἐν µὲν τῷ παραυτίκα τὴν µετάθεσιν· ἰάσεως δὲ παντελοῦς ἕνεκα τὴν διὰ τοµῆς κοµιδήν. ἡ δὲ τῆς παρὰ φύσιν ἐν µορίῳ περιεχοµένης ὑγρότητος ἴασις ἐν τῇ παντελεῖ κενώσει, καθάπερ ἐπὶ τῶν ἐµπύων. ἡ δὲ ἄµετρος πλήρωσις ἐν ἀµέτρῳ κενώσει, καθάπερ ἐπὶ τοῦ κατὰ τὰς φλέβας αἵµατος. ὡσαύτως καὶ ὅσοις κατὰ γαστέρα, καὶ ἔντερα, ἢ ἀρτηρίαν τραχεῖαν, ἢ πνεύµονα πύον ἢ αἷµα περιέχεται, παντελοῦς κενώσεως δεῖται. τοῦ δὲ πλείονος ἐδέσµατος, ἢ πόµατος, ἔτι ὄντος προσφάτου, κατὰ τὴν ἀποκένωσιν ἡ ἐπανόρθωσις. ὅσα µὲν οὖν ἐν πνεύµονί τε καὶ θώρακι περιέχεται, µετὰ βηχῶν µὲν ἡ κένωσις, ὑπὸ δὲ φαρµάκων λεπτυντικῶν· ὅσα δὲ καθ’ ἧπαρ, ἢ φλέβας, ἢ ἀρτηρίας, ἢ νεφροὺς, ἤτοι δι’ οὔρων, ἢ γαστρός. ἀλλὰ δι’ οὔρων µὲν ὑπὸ τῶν λεπτυνόντων σφοδρῶς· διὰ γαστρὸς δὲ ὑπὸ τῶν ἑλκτικῶν τε καὶ ἀναστοµωτικῶν. ὅσα µὲν οὖν κατὰ τὴν ἄνω γαστέρα, δι’ ἐµέτων· ὅσα δὲ κατὰ τὴν κάτω, δι’ ὑπαγωγῆς. ὅσα δὲ ὑπὸ τῷ δέρµατι, διὰ τοµῆς, ἢ καύσεως, ἢ φαρµάκων καυστικῶν. οὕτως δ’ ἐνίοτε καὶ ὅσα κατά τινα κοιλότητα φυσικὴν, ὡς ἐπὶ θώρακος. ἑνὶ δὲ κεφαλαίῳ, τῶν µὲν ὅλῳ τῷ γένει παρὰ φύσιν ἔν τισι µέρεσι περιεχοµένων σκοπὸς τῆς ἰάσεως ἄρσις ἐστίν· εἰ δ’ ἀδύνατος γενέσθαι, µετάθεσις. ὅσα δὲ οὐχ ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστὶν, ἀλλὰ τῷ ποσῷ, σκοπὸς τούτων ἡ ἀποκένωσις. ἡ δ’ εὕρεσις τῶν ἰασοµένων αὐτὰ µέρος µέν τι κᾀξ αὐτῆς λαµβάνεται τῆς διαθέσεως· ἡ πλείστη δὲ ἐκ τῶν πεπονθότων µορίων. ὅσα δὲ ἐν τῷ τετραχύνθαι παρὰ φύσιν ἔχει, τὴν κατὰ φύσιν αὐτοῖς ἀντεισακτέον λειότητα· κατὰ µὲν οὖν ὀστοῦν ξύοντα, κατὰ δὲ τραχεῖαν ἀρτηρίαν ἢ γλῶτταν ἐκλεαίνοντα δι’ ὑγρῶν ἀδήκτων καὶ γλίσχρων. ὅσα δὲ τῷ λεῖα γενέσθαι παρὰ φύσιν ἔχει, τὴν κατὰ φύσιν αὐτοῖς ἀντεισακτέον τραχύτητα διά τε φαρµάκων ἱκανῶς ῥυπτικῶν καὶ διὰ βραχείας στύψεως.

1
...
...
22

Бесплатно

0 
(0 оценок)

Читать книгу: «Сочинения. Том 2»

Установите приложение, чтобы читать эту книгу бесплатно